Thesauros Literature satire Τὰ πρὸς Κρόνον

Τὰ πρὸς Κρόνον

Τὰ πρὸς Κρόνον Lucian of Samosata

8

ΙΕΡΕΥΣ
Ἐγὼ δέ, ὦ Κρόνε, καὶ τοῦτο εἴκαζον τὸ τὸ add Jacobitz. εἰς τοὺς δούλους καὶ πεδότριβας πεδότριβας two late MSS.: παιδοτρίβας other MSS. φιλάνθρωπον ἐκ τοῦ μυθου ἐκείνου ποιεῖν σε τιμῶντα τοὺς τὰ ὅμοια πάσχοντας, ἅτε καὶ αὐτὸν δουλεύοντα, μεμνημένον τῆς πέδης.
ΚΡΟΝΟΣ
Οὐ παύσῃ γὰρ τοιαῦτα ληρῶν;
ΙΕΡΕΥΣ
Εὖ λέγεις, καὶ παύσομαι. πλὴν ἔτι μοι κα τοῦτο ἀπόκριναι. τὸ πεττεύειν σύνηθες ἦν τοῖς ἐπὶ σοῦ ἀνθρώποις;
ΚΡΟΝΟΣ
Καὶ μάλα, οὐ μὴν περὶ ταλάντων γε καὶ μυριάδων ὥσπερ ὑμῖν, ἀλλὰ περὶ καρύων τὸ μέγιστον, ὡς μὴ ἀνιᾶσθαι ἡττηθέντα μηδὲ δακρύειν ἀεὶ ἄσιτον ὄντα μόνον τῶν ἄλλων.
ΙΕΡΕΥΣ
Εὖ γε ἐκεῖνοι ποιοῦντες. ὑπὲρ τίνος γὰρ ἂν καὶ ἐπέττευον αὐτοὶ ὁλόχρυσοι ὄντες; ὡς ἔγωγε καὶ μεταξὺ λέγοντός σου τοιόνδε τι ἐνενόησα· εἴ τις ἕνα τῶν ἀνδρῶν ἐκείνων τῶν χρυσηλάτων ἐς τὸν ἡμέτερον τοῦτον βίον ἀγαγὼν ἔδειξε τοῖς πολλοῖς, οἷα ἔπαθεν ἂν ὁ ὁ add. Jacobitz. ἄθλιος ὑπ’ αὐτῶν; διεσπάσαντο γὰρ ἂν αὐτὸν εὖ οἶδ’ ὅτι ἐπιδραμόντες ὥσπερ τὸν Πενθέα αἱ Μαινάδες ἢ αἱ Θρᾷτται τὸν Ὀρφέα ἢ τὸν Ἀκταίωνα αἱ κύνες, περὶ τοῦ μεῖζον ἀπενέγκασθαι τὸ μέρος πρὸς ἀλλήλους ἕκαστος ἁμιλλώμενοι, οἵ γε οὐδὲ ἑορτάζοντες ἔξω τοῦ φιλοκερδοῦς εἰσιν, ἀλλὰ πρόσοδον οἱ πολλοὶ πεποίηνται τὴν ἑορτήν. εἶτα οἱ μὲν ἀπέρχονται λῃστεύοντες ἐν τῷ συμποσίῳ τοὺς φίλους, οἱ δέ σοί τε λοιδοροῦνται, οὐδὲν δέον, καὶ τοὺς κύβους κυβέρνους. συντρίβουσιν ἀναιτίους ὄντας αὐτοῖς ὧν ἑκόντες ποιοῦσιν. 5

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme