Thesauros Literature satire Τὰ πρὸς Κρόνον

Τὰ πρὸς Κρόνον

Τὰ πρὸς Κρόνον Lucian of Samosata

6–7

ΚΡΟΝΟΣ
Οἴει γὰρ τὸν ποιμένα ἐκεῖνον, τὸν ἀλαζόνα, ὑγιές τι περὶ ἐμοῦ εἰδέναι; σκόπει δὲ οὕτως. ἔσθ’ ὅστις ἄνθρωπος (οὐ γὰρ θεὸν ἐρῶ) ὑπομείνειεν ἂν ἑκὼν αὐτὸς καταφαγεῖν τὰ τέκνα, εἰ εἰ μή τις Θ. ἦν ἀσεβεῖ ἀδελφῷ περιπεσὼν ἤσθιε καὶ τοῦτο γ’ ἂν εἴη X B: εἰ . . . ἦν ἀσεβεῖ περιπεσὼν κἂν τοῦτό γ’ ἂν εἴη N. εἰ . . . ἦν ἀσεβείᾳ ἀδελφῷ (ἀδελφῶν Α Ω) περιπεσὼν εἴσθιε καὶ τοῦτο μανείη ΓΑΩ: H. ὢν Jacobitz: καὶ εἰ Mras. μή τις Θυέστης ὢν ἀσεβεῖ ἀδελφῷ περιπεσὼν ἤσθιε; καὶ εἰ τοῦτο μανείη, πῶς ἀγνοήσει λίθον ἀντὶ βρέφους ἐσθίων, εἰ μὴ ἀνάλγητος εἴη τοὺς ὀδόντας; ἀλλ’ οὔτε ἐπολεμήσαμεν οὔτε ὁ Ζεὺς βίᾳ τὴν ἀρχὴν, ἑκόντος δέ μου παραδόντος αὐτῷ καὶ ὑπεκστάντος, ἄρχει. τὴν ἀρχὴν . . . ἄρχει Γ: τὴν ἀρχὴν ἀφείλετο . . . ἄρχειν N. ὅτι μὲν γὰρ οὔτε πεπέδημαι οὔτε ἐν τῷ Ταρτάρῳ εἰμί, καὶ αὐτὸς ὁρᾷς οἶμαι εἰ μὴ τυφλὸς ὥσπερ Ὅμηρος εἶ.
ΙΕΡΕΥΣ
Τί παθὼν δέ, ὦ Κρόνε, ἀφῆκας τὴν ἀρχήν;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme