Thesauros Literature satire Τὰ πρὸς Κρόνον

Τὰ πρὸς Κρόνον

Τὰ πρὸς Κρόνον Lucian of Samosata

4

ΚΡΟΝΟΣ
Οὐ μικρὰ ὅλως οὐδὲ παντάπασιν εὐκαταφρόνητα ὡς πρὸς τὴν δύναμιν ἐξετάζεσθαι τῆς συμπάσης ἀρχῆς—εἰ μή σοί γε μικρὸν δοκεῖ τὸ νικᾶν κυβεύοντα καὶ τοῖς ἄλλοις ἐς τὴν μονάδα κυλιομένου τοῦ κύβου σοὶ τὴν ἑξάδα ὑπεράνω ἀεὶ φαίνεσθαι. πολλοὶ γοῦν ἐς κόρον ἀπὸ τοῦ τοιούτου ἐπεσιτίσαντο, οἷς ἵλεως καὶ φορὸς ὁ κύβος ἐπινεύσει· οἱ δὲ ἔμπαλιν γυμνοὶ ἐξενήξαντο συντριβέντος αὐτοῖς τοῦ σκάφους περὶ οὕτω μικρῷ ἕρματι τῷ κύβῳ. καὶ μὴν καὶ πιεῖν ἐς τὸ ἥδιστον καὶ ᾠδικώτερον ἄλλου δόξαι ᾆσαι ᾆσαι one late MS.: ἅμα other MSS. ἐν τῷ συμποσίῳ καὶ διακονουμένων τοὺς μὲν ἄλλους ἐς τὸ ὕδωρ ἐμπεσεῖν—τοῦτο γὰρ τοὐπιτίμιον τῆς ἀδεξίου διακονίας—σὲ δὲ ἀνακηρυχθῆναι καλλίνικον καὶ τἆθλα φέρεσθαι τὸν ἀλλᾶντα—ὁρᾷς ἡλίκον τὸ ἀγαθόν; ἔτι καὶ βασιλέα μόνον ἐφ’ ἁπάντων γενέσθαι τῷ ἀστραγάλῳ κρατήσαντα, ὡς μήτε ἐπιταχθείης γελοῖα ἐπιτάγματα καὶ αὐτὸς ἐπιτάττειν ἔχοις, τῷ μὲν αἰσχρόν τι περὶ αὑτοῦ ἀναβοῆσαι, τῷ δὲ γυμνὸν ὀρχήσασθαι καὶ ἀράμενον καὶ ἀράμενον N: παράμενον Γ. τὴν αὐλητρίδα τρὶς τὴν οἰκίαν περιελθεῖν—πῶς οὐχὶ καὶ ταῦτα δείγματα μεγαλοδωρίας τῆς ἐμῆς; εἰ δὲ τὸ μὴ ἀληθῆ μηδὲ βέβαιον γίγνεσθαι τὴν τοιαύτην βασιλείαν αἰτιάσει, ἄγνωμον ποιήσεις ὁρῶν αὐτὸν ἐμὲ τὸν ταῦτα διανέμοντα ὀλιγοχρόνιον τὴν ἀρχὴν ἔχοντα. τούτων δ’ οὖν ἅ μοι δυνατὰ δοῦναι, τῶν πεττῶν, τοῦ ἄρχειν, τοῦ ᾄδειν καὶ τῶν ἃ κατηριθμησάμην, θαρρῶν αἴτει, ὡς ἐμοῦ πρὸς οὐδὲν δεδιξομένου σε τῇ αἰγίδι καὶ τῷ κεραυνῷ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme