Thesauros Literature satire Τὰ πρὸς Κρόνον

Τὰ πρὸς Κρόνον

Τὰ πρὸς Κρόνον Lucian of Samosata

24–25

 
ὃ δὲ δὴ μάλιστα ἂν αὐτοὺς ἀνιάσειε, τὸ μὲν χρυσίον μύρμηκάς τινας οἵους τοὺς Ἰνδικοὺς ἀνορύττοντας ἐκ τῶν θησαυρῶν ἐκφέρειν νύκτωρ ἐς τὸ δημόσιον· τὴν ἐσθῆτα δὲ ὀλιγωρίᾳ τῶν ἐπιμελητῶν κοσκινηδὸν διατερυπῆσθαι ὑπὸ τῶν βελτίστων μυῶν, ὡς σαγήνης θυννευτικῆς μηδὲν διαφέρειν· παῖδας δὲ αὐτῶν τοὺς ὡραίους καὶ κομήτας, οὓς Ὑακίνθους ἢ Ἀχιλλέας ἢ Ναρκίσσους ὀνομάζουσι, μεταξὺ ὀρέγοντας σφίσι τὸ ἔκπωμα φαλακροὺς γίνεσθαι ὑπορρεούσης τῆς κόμης καὶ πώγωνα φύειν ὀξύν, οἷοί εἰσιν ἐν ταῖς κωμῳδίαις οἱ σφηνοπώγωνες, καὶ τὸ παρὰ τοῖς κροτάφοις πάνυ λάσιον καὶ κάρτα ἐκκεντοῦν, τὸ μεταξὺ δὲ λεῖον καὶ γυμνὸν εἶναι. ταῦτα καὶ πλείω τούτων εὐξαίμεθʼ ἄν, εἰ μὴ θέλωσι τὸ ἄγαν φίλαυτον τοῦτʼ ἀφέντες ἐς τὸ κοινὸν πλουτεῖν καὶ μεταδιδόναι ἡμῖν τῶν μετρίων.
 
Ἐπιστολαὶ Κρονικαί 2.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme