Thesauros Literature satire Πῶς δεῖ Ἱστορίαν συγγράφειν

Πῶς δεῖ Ἱστορίαν συγγράφειν

Πῶς δεῖ Ἱστορίαν συγγράφειν Lucian of Samosata
37 Καὶ τοίνυν καὶ ἡμῖν τοιοῦτός τις ὁ μαθητὴς νῦν παραδεδόσθω—συνεῖναί τε καὶ εἰπεῖν οὐκ ἀγεννής, ἀλλ’ ὀξὺ δεδορκώς, οἷος καὶ πράγμασι χρήσασθαι ἂν εἰ ἐπιτραπείη, καὶ γνώμην στρατιωτικήν ἀλλὰ μετὰ τῆς πολιτικῆς καὶ ἐμπειρίαν στρατηγικὴν ἔχειν, καὶ νὴ Δία καὶ ἐν στρατοπέδῳ γεγονώς ποτε καὶ γυμναζομένους ἢ ταττομένους στρατιώτας ἑωρακὼς καὶ ὅπλα εἰδὼς καὶ μηχανήματα, ἔτι δὲ ἔτι δὲ Burmeister: ἔνια MSS. καὶ τί ἐπὶ κέρως καὶ τί ἐπὶ μετώπου, πῶς οἱ λόχοι, πῶς οἱ ἱππεῖς καὶ πόθεν καὶ τί ἐξελαύνειν ἢ περιελαύνειν, καὶ ὅλως οὐ τῶν κατοικιδίων τις οὐδ’ οἷος πιστεύειν μόνον τοῖς ἀπαγγέλλουσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme