Thesauros Literature satire Ἀποκηρυττόμενος

Ἀποκηρυττόμενος

Ἀποκηρυττόμενος Lucian of Samosata
6 ἡ μητρυιὰ δὲ μετὰ μικρὸν εὐθὺς νοσεῖν ἤρξατο νόσον, ὦ ἄνδρες δικασταί, χαλεπὴν καὶ παράλογον· ἀρχόμενον γὰρ εὐθὺς τὸ δεινὸν παρεφύλαξα.παρεφύλαξα (CM)AF: παρεφυλάξατο ΓΝΖUB. οὐ γὰρ ἁπλοῦν οὐδὲ ἐπιπόλαιον τῆς μανίας τὸ εἶδος, ἀλλά τι παλαιὸν ὑποικουροῦν ἐν τῇ ψυχῇ κακὸν ἀπέρρηξε καὶ ἐς τοὐμφανὲς ἐξενίκησε. πολλὰ μὲν οὖν καὶ ἄλλα ἡμῖν ἐστι σημεῖα τῶν ἀνιάτως μεμηνότων, ἓν δὲ ἐκεῖνο καινὸν ἐπὶ τῆς γυναικὸς ταύτης παρεφύλαξα· πρὸς μὲν γὰρ τοὺς ἄλλους ἡμερωτέρα καὶ πραεῖά ἐστι καὶ παρόντων εἰρήνην ἄγει ἡ νόσος, ἂν δέ τινα ἰατρὸν ἴδῃ καὶ τοῦτʼ ἀκούσῃ μόνον, κατʼ ἐκείνου μάλιστα παροξύνεται, ὅπερ καὶ αὐτὸ τοῦ πονηρῶς καὶ ἀνηκέστως ἔχειν ἐστὶ τεκμήριον.
6 ταῦτα ὁρῶν ἐγὼ μὲν ἠνιώμην καὶ τὴν γυναῖκα ᾤκτειρον ἀξίαν οὖσαν καὶ παρὰ τὸ προσῆκον δυστυχοῦσαν.
7 ὁ πατὴρ δὲ ὑπὸ ἰδιωτείας (οὐ γὰρ οἶδεν οὔτε ἀρχὴν τοῦ κατέχοντος κακοῦ οὔτε τὴν αἰτίαν οὔτε τὸ μέτρον τοῦ πάθους) ἐκέλευεν ἰᾶσθαι καὶ τὸ ὅμοιον ἐκχέαι φάρμακον· οἴεταιοἴεται ΓUZCM: ᾤετο BN, edd. γὰρ ἓν εἶναι μανίας εἶδος καὶ μίαν τὴν νόσον καὶ τἀρρώστημα ταὐτὸν καὶ παραπλησίαν τὴν θεραπείαν δεχόμενον.ἐνδεχόμενον BC. ἐπεὶ δέ, ὅπερ ἀληθέστατον, ἀδύνατον εἶναί φημι σώζεσθαι τὴν γυναῖκα καὶ ἡττῆσθαι ὑπὸ τῆς νόσου ὁμολογῶ, ἀγανακτεῖ καὶ ὀργίζεται καί φησιν ἑκόντα καθυφίεσθαι καὶ προδιδόναι τὴν ἄνθρωπον, ἐγκαλῶν ἐμοὶ τὴν ἀσθένειαν τῆς τέχνης. καὶ πάσχει μὲν σύνηθες τοῖς λυπουμένοις· ὀργίζονται γοῦν ἅπαντες τοῖς μετὰ παρρησίας τἀληθῆ λέγουσιν. πλὴν ἔγωγε ὡς ἂν οἷός τε ὦ δικαιολογήσομαι πρὸς αὐτὸν καὶ ὑπὲρ ἐμαυτοῦ καὶ τῆς τέχνης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme