5
παρῆν δὲ καὶ ἡ μητρυιὰ φοβουμένη καὶ ἀπιστοῦσα, οὐ τῷ μισεῖν ἐμέ, ἀλλὰ τῷ δεδιέναι καὶ ἀκριβῶς εἰδέναι πονηρῶς ἐκεῖνον διακείμενον· ἠπίστατο γὰρ μόνη τὰ πάντα συνοῦσα καὶ ὁμοδίαιτος τῇ νόσῳ. πλὴν ἀλλʼ ἔγωγε οὐδὲν ἀποδειλιάσας — ἠπιστάμην γὰρ οὐ ψευσόμενά με τὰ σημεῖα οὐδὲ προδώσουσαν τὴν τέχνην — ἐπῆγον τὴν ἴασιν ἐν καιρῷ τῆς ἐπιχειρήσεως, καίτοι κἀμοί τινες τῶν φίλων συνεβούλευον μὴ θρασύνεσθαι, μὴ καὶ διαβολήν τινα μείζω ἐνέγκῃ μοι τὸ ἀποτυχεῖν ὡς ἀμυνομένῳ τὸν πατέρα φαρμάκῳ καὶ μνησικακήσαντι ὧν ἐπεπόνθειν ὑπʼ αὐτοῦ.
5
καὶ τὸ κεφάλαιον, σῶος μὲν οὗτος εὐθὺς ἦν καὶ ἐσωφρόνει πάλιν καὶ πάντα διεγίγνωσκεν· οἱ παρόντες δὲ ἐθαύμαζον, ἐπῄνει δὲ καὶ ἡ μητρυιὰ καὶ φανερὰ πᾶσιν ἦν χαίρουσα κἀμοὶ εὐδοκιμοῦντι κἀκείνῳ σωφρονοῦντι. οὗτος δʼ οὖν (μαρτυρεῖν γὰρ αὐτῷ ἔχω) μήτε μελλήσας μήτε σύμβουλόν τινα περὶ τούτων προσλαβών, ἐπειδὴ τὸ πᾶν ἤκουσε τῶν παρόντων, ἔλυε μὲν τὴν ἀποκήρυξιν, υἱὸν δὲ ἐξ ὑπαρχῆς ἐποιεῖτό με, σωτῆρα καὶ εὐεργέτην ἀποκαλῶν καὶ ἀκριβῆ πεῖραν εἰληφέναι ὁμολογῶν καὶ περὶ τῶν ἔμπροσθεν ἐκείνων ἀπολογούμενος. τοῦτο γενόμενον εὔφραινε μὲν πολλούς, ὅσοι παρῆσαν χρηστοί, ἐλύπει δὲ ἐκείνους ὅσοις ἀποκήρυξις υἱοῦ ἡδίων ἀναλήψεως. εἶδον γοῦν τότε οὐ πάντας ὁμοίως ἡδομένους τῷ πράγματι, ἀλλʼ εὐθύς τινος καὶ χρόαν τρεπομένην καὶ βλέμμα τεταραγμένον καὶ πρόσωπον ὠργισμένον, οἷον ἐκ φθόνου καὶ μίσους γίνεται.
5
ἡμεῖς μὲν οὖν, ὡς τὸ εἰκός, ἐν εὐφροσύναις καὶ θυμηδίαις ἦμεν, ἀλλήλους ἀπειληφότες·