Thesauros Literature satire Ἀποκηρυττόμενος

Ἀποκηρυττόμενος

Ἀποκηρυττόμενος Lucian of Samosata
22 οὔ, φησίν. ἀλλὰ τί; θεραπεύειν προσταττόμενος οὐ θέλεις, καὶ διὰ τοῦτʼ ἄξιος ἂν εἴης ἀποκηρύξεως ἀπειθῶν τῷ πατρί. ἐγὼ δὲ τὸ μὲν οἷα προστάττοντι αὐτῷ ὑπακούειν οὐ δυνάμενος ἀπειθεῖν δοκῶ πρὸς ὀλίγον ὑπερθήσομαι· πρότερον δὲ ἁπλῶς ἐκεῖνό φημι, ὡς οὐ πάντα προστάττειν οὔτε τούτῳ δίδωσιν ὁ νόμος οὔτʼ ἐμοὶ τὸ πείθεσθαι πᾶσιν πάντως ἀναγκαῖον. ἐν δʼ οὖν τοῖς τῶν προσταγμάτων τὰ μὲν ἀνεύθυνά ἐστιν, τὰ δὲ ὀργῆς καὶ τιμωρίας ἄξια. ἐὰν νοσῇς αὐτός, ἐγὼ δὲ ἀμελῶ· ἐὰν τῶν κατʼ οἶκον ἐπιμελεῖσθαι κελεύῃς, ἐγὼ δὲ ὀλιγωρῶ· ἐὰν τὰ κατʼ ἀγρὸν ἐπισκοπεῖν προστάττῃς, ἐγὼ δὲ ὀκνῶ — πάντα ταῦτα καὶ τὰ τοιαῦτα εὐλόγους ἔχει τὰς προφάσεις καὶ τὰς μέμψεις πατρικάς. τὰ δὲ ἄλλα ἐφʼ ἡμῖν ἐστιν τοῖς παισίν, ὄντα τῶν τεχνῶν καὶ τῆς τούτων χρήσεως, καὶ μάλιστα εἰ μηδὲν ὁ πατὴρ αὐτὸς ἀδικοῖτο. ἐπεί τοι ἂν τῷ γραφεῖτῷ γραφεῖ (MC)A, ed. Flor.: τῳ γράφειν ΓUΖΝB. πατὴρ προστάττῃ, ταῦτα μέν, τέκνον, γράφε, ταυτὶ δὲ μή, καὶ τῷ μουσικῷ, τήνδε μὲν τὴν ἁρμονίαν κροῦε, ταύτην δὲ μή, καὶ τῷ χαλκεύοντι, τοιαῦτα μὲν χάλκευε, τοιαῦτα δὲ μή, ἆρʼ ἄν τις ἀνάσχοιτο ἀποκηρύττοντα, ὅτι μὴ κατὰ τὰ ἐκείνῳ δοκοῦντα ὁ παῖς χρῆται τῇ τέχνῃ; οὐδὲ εἷς, οἶμαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme