Thesauros Literature satire Τυραννοκτόνος

Τυραννοκτόνος

Τυραννοκτόνος Lucian of Samosata
9 πάρειμι οὖν κομίζων ὑμῖν τὴν δημοκρατίαν καὶ θαρρεῖν ἤδη προκηρύττων ἅπασι καὶ τὴν ἐλευθερίαν εὐαγγελιζόμενος. ἤδη οὖν ἀπολαύετε τῶν ἔργων τῶν ἐμῶν. κενὴ μέν, ὡς ὁρᾶτε, πονηρῶν ἡ ἀκρόπολις, ἐπιτάττει δὲ οὐδείς, ἀλλὰ καὶ τιμᾶν ἔξεστι καὶ δικάζειν καὶ ἀντιλέγειν κατὰ τοὺς νόμους, καὶ πάντα ταῦτα γεγένηται διʼ ἐμὲ ὑμῖν καὶ διὰ τὴν τόλμαν τὴν ἐμήν, κἀκ τοῦ ἑνὸς ἐκείνου φόνου, μεθʼ ὃν οὐκέτι ζῆν πατὴρ ἐδύνατο. ἀξιῶ δʼ οὖν ἐπὶ τούτοις τὴν ὀφειλομένην δοθῆναί μοι παρʼ ὑμῶν δωρεάν, οὐ φιλοκερδὴς οὐδὲ μικρολόγος τις ὢν οὐδὲ ἐπὶ μισθῷ τὴν πατρίδα εὐεργετεῖν προῃρημένος, ἀλλὰ βεβαιωθῆναί μοι βουλόμενος τὰ κατορθώματα τῇ δωρεᾷ καὶ μὴ διαβληθῆναι μηδὲ ἄδοξον γενέσθαι τὴν ἐπιχείρησιν τὴν ἐμὴν ὡς ἀτελῆ καὶ γέρως ἀναξίαν κεκριμένην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme