3
ἐγὼ μὲν οὖν καὶ περιττότερόν τι ἐπὶ τούτοις ᾤμην γενήσεσθαί μοι παρʼ ὑμῶν καὶ δωρεὰς λήψεσθαι ἰσαρίθμους τοῖς ἀνῃρημένοις, ὡς ἂν οὐ τῶν παρόντων ἀπαλλάξας ὑμᾶς μόνον, ἀλλὰ καὶ τῆς τῶν μελλόντων κακῶν ἐλπίδος, καὶ τὴν ἐλευθερίαν βέβαιον παρασχών, οὐδενὸς παραλελειμμένουπεριλελειμμένου N (K. G. P. Schwartz). κληρονόμου τῶν ἀδικημάτων· μεταξὺ δὲ κινδυνεύω τοσαῦτα κατορθώσας ἀγέραστος ἀπελθεῖν παρʼ ὑμῶν καὶ μόνος στερέσθαι τῆς παρὰ τῶν νόμων ἀμοιβῆς, οὓς διεφύλαξα.
3
ὁ μὲν οὖν ἀντιλέγων οὑτοσὶ δοκεῖ μοι οὐ κηδόμενος, ὥς φησι, τῶν κοινῶν αὐτὸαὐτὸ Shorey: τὸ αὐτό Γ: τοῦτο BNZUC. ποιεῖν, ἀλλʼ ἐπὶ τοῖς τετελευτηκόσι λελυπημένος καὶ ἀμυνόμενος τὸν ἐκείνοις τοῦ θανάτου αἴτιον γεγενημένον.