Thesauros Literature satire Τυραννοκτόνος

Τυραννοκτόνος

Τυραννοκτόνος Lucian of Samosata
16 ἀλλʼ εἰ καὶ φόνον ζητεῖς, οὐδὲ τοῦτο ἐνδεῖ, οὐδὲ ἀναίμακτός εἰμι, ἀλλʼ εἴργασμαι μεγάλην καὶ γενναίαν σφαγὴν νεανίσκου ἀκμάζοντος καὶ πᾶσι φοβεροῦ, διʼ ὃν ἀνεπιβούλευτος κἀκεῖνος ἦν, ᾧ μόνῳ ἐθάρρει, ὃς ἀντὶ πολλῶν ἤρκει δορυφόρων. ἆρʼ οὖν οὐκ ἄξιος, ὦ οὗτος, δωρεᾶς, ἀλλὰ ἄτιμος ἐπὶ τηλικούτοις γένωμαι; τί γάρ, εἰ δορυφόρον ἕνα, τί δʼ εἰ ὑπηρέτην τινὰ τοῦ τυράννου ἀπέκτεινα, τί δʼ εἰ οἰκέτην τίμιον, οὐ μέγα ἂν ἔδοξεν καὶ τοῦτο, ἀνελθόντα ἐν μέσῃ τῇ ἀκροπόλει, ἐν μέσοις τοῖς ὅπλοις φόνον τινὸς ἐργάσασθαι τῶν τοῦ τυράννου φίλων; νῦν δὲ καὶ τὸν πεφονευμένον αὐτὸν ἰδέ. υἱὸς ἦν τυράννου, μᾶλλον δὲ τύραννος χαλεπώτερος καὶ δεσπότης ἀπαραίτητος καὶ κολαστὴς ὠμότερος καὶ ὑβριστὴς βιαιότερος, τὸ δὲ μέγιστον, κληρονόμος τῶν ὅλων καὶ διάδοχος καὶ ἐπὶ πολὺ παρατεῖναι τὰ τῆς ἡμετέρας συμφορᾶς δυνάμενος.
17 βούλει τοῦτο μόνον πεπρᾶχθαί μοι, ζῆν δὲ ἔτι τὸν τύραννον διαπεφευγότα; γέρας δὴ ἐπὶ τούτοις αἰτῶ. τί φατέ; οὐ δώσετε; οὐχὶ κἀκεῖνον ὑφεωρᾶσθε· οὐ δεσπότης; οὐ βαρύς; οὐκ ἀφόρητος ἦν;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme