Thesauros Literature satire Θεῶν Ἐκκλησία

Θεῶν Ἐκκλησία

Θεῶν Ἐκκλησία Lucian of Samosata

7–8

Μῶμος
τὴν γάρ τοι ἀρχὴν τῶν τοιούτων παρανομημάτων καὶ τὴν αἰτίαν τοῦ νοθευθῆναι ἡμῶν τὸ ξυνέδριον σύ, ὦ Ζεῦ, παρέσχες θνηταῖς ἐπιμιγνύμενος καὶ κατιὼν παρʼ αὐτὰς ἐν ἄλλοτε ἄλλῳ σχήματι, ὥστε ἡμᾶς δεδιέναι μή σε καταθύσῃ τις ξυλλαβών, ὁπόταν ταῦρος ᾖς, ἢ τῶν χρυσοχόων τις κατεργάσηται χρυσὸν ὄντα, καὶ ἀντὶ Διὸς ἢ ὅρμος ἢ ψέλιον ἢ ἐλλόβιον ἡμῖν γένῃ. πλὴν ἀλλὰ ἐμπέπληκάς γε τὸν οὐρανὸν τῶν ἡμιθέων τούτων· οὐ γὰρ ἂν ἄλλως εἴποιμι. καὶ τὸ πρᾶγμα γελοιότατόν ἐστιν, ὁπόταν τις ἄφνω ἀκούσῃ ὅτι ὁ Ἡρακλῆς μὲν θεὸς ἀπεδείχθη, ὁ δὲ Εὐρυσθεύς, ὃς ἐπέταττεν αὐτῷ, τέθνηκεν, καὶ πλησίον Ἡρακλέους νεὼς οἰκέτου ὄντος καὶ Εὐρυσθέως τάφος τοῦ δεσπότου αὐτοῦ, καὶ πάλιν ἐν Θήβαις Διόνυσος μὲν θεός, οἱ δʼ ἀνεψιοὶ αὐτοῦ ὁ Πενθεὺς καὶ ὁ Ἀκταίων καὶ ὁ Λέαρχος ἀνθρώπων ἁπάντων κακοδαιμονέστατοι.
 
ἀφʼ οὗ δὲ ἅπαξ σύ, ὦ Ζεῦ, ἀνέῳξας τοῖς τοιούτοις τὰς θύρας καὶ ἐπὶ τὰς θνητὰς ἐτράπου, ἅπαντες μεμίμηνταί σε, καὶ οὐχ οἱ ἄρρενες μόνον, ἀλλʼ, ὅπερ αἴσχιστον, καὶ αἱ θήλειαι θεοί.θήλειαι θεοί Mras: θήλειαι θεαί ΝΗ, θεαί ΓΡ vulg. τίς γὰρ οὐκ οἶδεν τὸν Ἀγχίσην καὶ τὸν Τιθωνὸν καὶ τὸν Ἐνδυμίωνα καὶ τὸν ἸασίωναἸαςίωνα Guyet: Ἰάσονα, Ἰάσωνα MSS. καὶ τοὺς ἄλλους; ὥστε ταῦτα μὲν ἐάσειν μοι δοκῶ· μακρὸν γὰρ ἂν τὸ διελέγχειν γένοιτο.
Ζεύς
μηδὲν περὶ τοῦ Γανυμήδους, ὦ Μῶμε, εἴπῃς· χαλεπανῶ γὰρ εἰ λυπήσεις τὸ μειράκιον ὀνειδίσας ἐς τὸ γένος.
Μῶμος
οὐκοῦν μηδὲ περὶ τοῦ ἀετοῦ εἴπω, ὅτι καὶ οὗτος ἐν τῷ οὐρανῷ ἐστιν, ἐπὶ τοῦ βασιλείου σκήπτρου καθεζόμενος καὶ μονονουχὶ ἐπὶ κεφαλήν σοι νεοττεύων, θεὸς εἶναι δοκῶν;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme