7
ἐν δὲ τούτοις ἅπασι καὶ ὁ τὸν λόγον τόνδε συγγράψας ἦν ἐν τοῖς γελῶσι καὶ αὐτός. τί δʼ οὐκ ἔμελλεν γελᾶν ἐφʼ οὕτω περιφανεῖ καὶ ἀπιθάνῳ καὶ ἀναισχύντῳ τολμήματι; καί πως (ἔστιν δὲ ἀκρατὴς γέλωτος) ὁ μὲν τὴν φωνὴν ἐντρέψας ἐς μέλος, ὡς ᾤετο, θρῆνόν τινα ἐπηύλει τῷ Πυθαγόρᾳ, ὁ δέ, τοῦτο δὴ τὸ τοῦ λόγου, ὄνον κιθαρίζειν πειρώμενον ὁρῶν ἀνεκάγχασε μάλα ἡδύ, ὁ ποιητὴς οὗτος ὁ ἐμός· ὁ δὲ εἶδεν ἐπιστραφείς. τοῦτο ἐξεπολέμωσεν αὐτούς, τό τε ἔναγχος ἐνθένδε.ἐνθένδε The text is that of N, interpreted by adding a comma after αὐτούς and writing τό τε for τότε. The full stop is set after ἔναγχος in ΓA(MFE) and previous editions. But ἐνθένδε makes an awkward anacoluthon with what follows (hence ἔνθεν δὲ ΓΑ); moreover, τότε ἔναγχος is neither idiomatic (hence the omission of τότε in MF) nor consistent with ποτέ (6) and τοῦ πάλαι ἐκείνου γέλωτος (8).