Thesauros Literature satire Ψευδολογιστής

Ψευδολογιστής

Ψευδολογιστής Lucian of Samosata
30 ἃ μὲν γὰρ ὑπὸ τῆς πενίας ἐλαυνόμενος ποιεῖς, Ἀδράστεια φίλη, οὐκ ἄν τινι ὀνειδίσαιμι. συγγνωστὰ γοῦν εἴ τις λιμῷ πιεζόμενος παρακαταθήκας παρʼ ἀνδρὸς πολίτου λαβὼν εἶτα ἐπιώρκησεν ἦ μὴν μὴ παρειληφέναι, ἢ εἴ τις ἀναισχύντως αἰτεῖ, μᾶλλον δὲ προσαιτεῖ καὶ λωποδυτεῖ καὶ τελωνεῖ. οὐ δὴ λέγω ταῦτα· φθόνος γὰρ οὐδεὶς ἐξ ἅπαντος ἀμύνεσθαι τὴν ἀπορίαν. ἐκεῖνο δὲ οὐκέτι φορητόν, πένητά σε ὄντα ἐς μόνας τὰς τοιαύτας ἡδονὰς ἐκχεῖν τὰ ἐκ τῆς ἀναισχυντίας περιγιγνόμενα. πλὴν ἕνἕν Bekker: εἴ MSS. γέ τι καὶ ἐπαινέσαι μοι δώσεις, πάνυ ἀστείως ὑπὸ σοῦ πεπραγμένον, ὁπότε τοῦ Τισίου τὴν τέχνην οἶσθα ὡς τὸ δυσκόρακος ἔργον αὐτὸς ἐποίησας, ἐξαρπάσας τοῦ ἀνοήτου ἐκείνου πρεσβύτου χρυσοῦς τριάκοντα, ὁ δὲ διὰ τὸν Τισίαν ἀντὶ τοῦ βιβλίου πεντήκοντα καὶ ἑπτακοσίας ἐξέτισε κατασοφισθείς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme