Thesauros Literature satire Ψευδολογιστής

Ψευδολογιστής

Ψευδολογιστής Lucian of Samosata
26 πρὸς θεῶν, ἢν λέγῃ ταῦτα ἡ γλῶττα, ἰδίαν αὐτὴ φωνὴν λαβοῦσα καὶ τὸν πώγωνα συνήγορον ἐπικαλεσαμένη, τί ἂν ἀποκρίναιο αὐτῇ; ἐκεῖνα δῆλον ὅτι ἃ καὶ πρὸς τὸν Γλαῦκον ἔναγχος εἴρηταί σοι ἐπὶ πεπραγμένῳ ἤδη τῷ ἔργῳ αἰτιώμενον, ὡς ἐπὶ τούτῳ ἔνδοξος ἐν βραχεῖ καὶ γνώριμος ἅπασι γεγένησαι, πόθεν ἂν οὕτω περιβόητος ἐπὶ τοῖς λόγοις γενόμενος; ἀγαπητὸν δὲ ὁπωσοῦν κλεινὸν καὶ ὀνομαστὸν εἶναι. εἶτα καταριθμήσειςκαταριθμήσεις Lehmann: καταριθμήσειν MSS. αὐτῇ τὰς πολλάς σου προσηγορίας, ὁπόσας κατὰ ἔθνη προσείληφας. ὃ καὶ θαυμάζω, ὅτι τὴν μὲν ἀποφράδα ἐδυσχέρανας ἀκούσας, ἐπʼ ἐκείνοις δὲ τοῖς ὀνόμασιν οὐκ ἠγανάκτεις,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme