Thesauros Literature satire Εὐνοῦχος

Εὐνοῦχος

Εὐνοῦχος Lucian of Samosata

1–2

Πάμφιλος
πόθεν, ὦ Λυκῖνε, καὶκαὶ τί Herwerden: ἢ τί MSS. τί γελῶν ἡμῖν ἀφῖξαι; ἀεὶ μὲν γὰρ φαιδρὸς ὢν τυγχάνεις, τουτὶ δὲ πλέον τοῦ συνήθους εἶναί μοι δοκεῖ, ἐφʼ ὅτῳ μηδὲ κατέχειν δυνατὸς εἶ τὸν γέλωτα.
Λυκῖνος
ἐξ ἀγορᾶς μὲν ἥκω σοι, ὦ Πάμφιλε· τοῦ γέλωτος δὲ αὐτίκα κοινωνὸν ποιήσομαί σε, ἢν ἀκούσῃς οἵᾳ δίκῃ δικαζομένῃ παρεγενόμην, φιλοσόφων πρὸς ἀλλήλους ἐριζόντων.
Πάμφιλος
καὶ τοῦτο μὲν ὡς ἀληθῶς γελοῖον λέγεις, τὸ φιλοσοφοῦντας δικάζεσθαι πρὸς ἀλλήλους, δέον, εἰ καί τι μέγα εἴη, κατʼ εἰρήνην ἐν σφίσι διαλύεσθαι τὰ ἐγκλήματα.
Λυκῖνος
πόθεν, ὦ μακάριε, κατʼ εἰρήνην ἐκεῖνοι, οἵ γε ξυμπεσόντες ὅλας ἁμάξας βλασφημιῶν κατεσκέδασαν ἀλλήλων, κεκραγότες καὶ ὑπερδιατεινόμενοι;
Πάμφιλος
ἦ που, ὦ Λυκῖνε, περὶ τῶν λόγων διεφέροντο τὰ συνήθη ταῦτα, ἑτερόδοξοι τυγχάνοντες;
Λυκῖνος
οὐδαμῶς, ἀλλʼ ἑτεροῖόν τι τοῦτο ἦν· ὁμόδοξοι γὰρ ἄμφω καὶ ἀπὸ τῶν αὐτῶν λόγων. δίκη δὲ ὅμως συνειστήκει καὶ δικασταὶ ψηφοφοροῦντες ἦσαν οἱ ἄριστοι καὶ πρεσβύτατοι καὶ σοφώτατοι τῶν ἐν τῇ πόλει καὶ ἐφʼ ὧν ἄν τις ᾐδέσθη παρὰ μέλος τι φθεγξάμενος, οὐχ ὅπως ἐς τοσαύτην ἀναισχυντίαν τραπόμενος.
Πάμφιλος
οὐκοῦν λέγοις ἂν ἤδη τὸ κεφάλαιον τῆς δίκης, ὡς καὶ αὐτὸς εἰδείην ὅ τι σοὶ τὸ κεκινηκὸς εἴη τὸν τοσοῦτον γέλωτα.
1–2 · 1 / 1 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme