Thesauros Literature satire Εὐνοῦχος

Εὐνοῦχος

Εὐνοῦχος Lucian of Samosata

13

Λυκῖνος
καὶ νῦν ἅτερος μὲν πρὸς τὴν τῶν λόγων ἐπίδειξιν, ὥς φασιν, γυμνάζεται καὶ παρασκευάζεται καὶ κατηγορίαν συγκροτεῖ καὶ τὸ τῆς μοιχείας ἔγκλημα ὑποκινεῖ, ἐναντιώτατον αὑτῷ καὶ οὗτος κατὰ τοὺς φαύλους τῶν ῥητόρων τοῦτο ποιῶν καὶ εἰς τοὺς ἄνδρας τὸν ἀντίδικον ἐκ τοῦ ἐγκλήματος καταλέγων· τῷ Βαγώᾳ δὲ ἕτερα, ὥς φασι, μέλει καὶ ἀνδρίζεται τὰ πολλὰ καὶ διὰ χειρὸς ἔχει τὸ πρᾶγμα καὶ τέλος κρατήσειν ἐλπίζει ἢν ἐπιδείξῃ ὡς οὐδὲν χείρων ἐστὶν τῶν τὰς ἵππους ἀναβαινόντων ὄνων. αὕτη γάρ, ὦ ἑταῖρε, φιλοσοφίας ἀρίστη κρίσις ἔοικεν εἶναι καὶ ἀπόδειξις ἀναντίλεκτος. ὥστε καὶ τὸν υἱὸν — ἔτι δέ μοι κομιδῇ νέος ἐστίν — εὐξαίμην ἂν οὐ τὴν γνώμην οὐδὲ τὴν γλῶτταν ἀλλὰ τὸ αἰδοῖον ἕτοιμον ἐς φιλοσοφίαν ἔχειν.
← Önceki bölüm 13 · 1 / 1

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme