Thesauros Literature satire Λεξιφάνης

Λεξιφάνης

Λεξιφάνης Lucian of Samosata

10

Λεξιφάνης
οὐκ οἶδα, ἦν δʼ ἐγώ, ὃν λέγεις τὸν Δεινίαν· αἰκάλλειαἰκάλλει Bekker: ἐκάλει MSS. δʼ οὖν με τοὔνομα. ἔστιν, ἦ δʼ ὅς, ἐν τοῖς σκιραφείοις ἐγκαψικήδαλοςἐγκαψικήδαλος EN: ἐγκαμφικήδαλος Γ, ἐγκαμφικίδαλος Ω, ἐγκαψικίδαλος edd. The second part of the word (ἅπαξ λεγόμενον) is clearly from κήδαλον, not κίδαλον. ἄνθρωπος τῶν αὐτοληκύθων καὶ τῶν αὐτοκαβδάλων, ἀεὶ κουριῶν, ἐνδρομίδας ὑποδούμενος ἢ βαυκίδας, ἀμφιμάσχαλον ἔχων. τί οὖν, ἦν δʼ ἐγώ, ἔδωκεν ἀμηγέπη δίκην ἢ λὰξ πατήσας ᾤχετο; καὶ μὴν ἐκεῖνός γε, ἦ δʼ ὅς, ὁ τέωςσαυλούμενος Seiler; αὐλούμενος MSS. σαυλούμενος, ἤδη ἔμπεδός ἐστιν· ὁ γὰρ στρατηγὸς καίτοι ἀτιμαγελοῦντι καρπόδεσμά τε αὐτῷ περιθεὶς καὶ περιδέραιον ἐν ποδοκάκαις καὶ ποδοστράβαις ἐποίησεν εἶναι. ὥστε ἔνδεσμος ὢν ὑπέβδυλλέν τε ὁ κακοδαίμων ὑπὸ τοῦ δέους καὶ πορδαλέος ἦν καὶ χρήματα ἀντίψυχα διδόναι ἤθελεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme