Thesauros Literature satire Περὶ Ὀρχήσεως

Περὶ Ὀρχήσεως

Περὶ Ὀρχήσεως Lucian of Samosata

85

Λυκῖνος
ταῦτά σοι, ὦ φιλότης, ὀλίγα ἐκ παμπόλλων παρέδειξα ὀρχήσεως ἔργα καὶ ἐπιτηδεύματα, ὡς μὴ πάνυ ἄχθοιό μοι ἐρωτικῶς θεωμένῳ αὐτά. εἰ δὲ βουληθείης κοινωνῆσαί μοι τῆς θέας, εὖ οἶδα ἐγὼ πάνυ ἁλωσόμενόν σε καὶ ὀρχηστομανήσοντά γε προσέτι. ὥστε οὐδὲν δεήσομαι τὸ τῆς Κίρκης ἐκεῖνο πρὸς σὲ εἰπεῖν, τὸ θαῦμά μʼ ἔχει ὡς οὔτι πιὼν τάδε φάρμακʼ ἐθέλχθης, θελχθήσῃ γάρ, καὶ μὰ Δίʼ οὐκ ὄνου κεφαλὴν ἢ συὸς καρδίαν ἕξεις, ἀλλʼ ὁ μὲν νόος σοι ἐμπεδώτερος ἔσται, σὺ δὲ ὑφʼ ἡδονῆς οὐδὲ ὀλίγον τοῦ κυκεῶνος ἄλλῳ μεταδώσεις πιεῖν. ὅπερ γὰρ ὁ Ὅμηρος περὶ τῆς Ἑρμοῦ ῥάβδου τῆς χρυσῆς λέγει, ὅτι καὶ ἀνδρῶν ὄμματα θέλγει διʼ αὐτῆς ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει, τοῦτο ἀτεχνῶς ὄρχησις ποιεῖ καὶ τὰ ὄμματα θέλγουσα καὶ ἐγρηγορέναι ποιοῦσα καὶ ἐπεγείρουσα τὴν διάνοιαν πρὸς ἕκαστα τῶν δρωμένων.
Κράτων
καὶ μὴν ἤδη ἐγώ, ὦ Λυκῖνε, πείθομαί τέ σοι καὶ ἀναπεπταμένα ἔχω καὶ τὰ ὦτα καὶ τὰ ὄμματα. καὶ μέμνησό γε, ὦ φιλότης, ἐπειδὰν εἰς τὸ θέατρον ἴῃς, κἀμοὶκἀμοὶ Ν: καί μοι ΓΕΑ. παρὰ σαυτῷ θέαν καταλαμβάνειν, ὡς μὴ μόνος ἐκεῖθεν σοφώτερος ἡμῖν ἐπανίοις.
← Önceki bölüm 85 · 1 / 1

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme