Λυκῖνος
ἔπειτα δὲ κἀκεῖνό σε ἀξιῶ ἐννοεῖν καὶ μεμνῆσθαι, ὅτι μοι νῦν οὐ πᾶσαν ὄρχησιν πρόκειται γενεαλογεῖν, οὐδὲ τοῦτον τὸν σκοπὸν ὑπεστησάμην τῷ λόγῳ, ὀρχήσεων ὀνόματα καταριθμήσασθαι, πλὴν ὅσων ἐν ἀρχῇ ὀλίγων ἐπεμνήσθην τὰς γενικωτέρας αὐτῶν προχειρισάμενος· ἀλλὰ τό γε ἐν τῷ παρόντι μοι κεφάλαιον τοῦ λόγου τοῦτό ἐστιν, τὴν νῦν ὄρχησιν καθεστῶσαν ἐπαινέσαι καὶ δεῖξαι ὅσα ἐν αὑτῇ τερπνὰ καὶ χρήσιμα περιλαβοῦσα ἔχει, οὐ πάλαι ἀρξαμένη ἐς τοσοῦτο κάλλος ἐπιδιδόναι, ἀλλὰ κατὰ τὸν Σεβαστὸν μάλιστα.