Thesauros Literature satire Περὶ Ὀρχήσεως

Περὶ Ὀρχήσεως

Περὶ Ὀρχήσεως Lucian of Samosata

25–26

Λυκῖνος
ὁ Σωκράτης δέ, σοφώτατος ἀνήρ, εἴ γε πιστευτέον τοῦτο περὶ αὐτοῦ λέγοντι τῷ Πυθίῳ, οὐ μόνον ἐπῄνει τὴν ὀρχηστικὴν ἀλλὰ καὶ ἐκμαθεῖν αὐτὴν ἠξίου, μέγιστον νέμωνἀπονέμων C. εὐρυθμίᾳ καὶ εὐμουσίᾳ καὶ κινήσει ἐμμελεῖ καὶ εὐσχημοσύνῃ τοῦ κινουμένου· καὶ οὐκ ᾐδεῖτο γέρων ἀνὴρ ἓν τῶν σπουδαιοτάτων μαθημάτων καὶ τοῦτο ἡγούμενος εἶναι. καὶ ἔμελλέν γε ἐκεῖνος περὶ ὀρχηστικὴν οὐ μετρίως σπουδάσεσθαι, ὅς γε καὶ τὰ μικρὰ οὐκ ὤκνει μανθάνειν, ἀλλὰ καὶ εἰς τὰ διδασκαλεῖα τῶν αὐλητρίδων ἐφοίτα καὶ παρʼ ἑταίρας γυναικὸς οὐκ ἀπηξίου σπουδαῖόν τι ἀκούειν, τῆς Ἀσπασίας. καίτοι ἐκεῖνος ἄρτι ἀρχομένην ἑώρα τότε τὴν τέχνην καὶ οὐδέπω εἰς τοσοῦτον κάλλος διηρθρωμένην. εἰ δὲ τοὺς νῦν ἐπὶ μέγιστον αὐτὴν προαγαγόντας ἐθεᾶτο, εὖ οἶδα, πάντων ἂν ἐκεῖνός γε ἀφέμενος μόνῳ τῷ θεάματι τούτῳ τὸν νοῦν ἂν προσεῖχεν καὶ τοὺς παῖδας οὐκ ἂν ἄλλο τι πρὸ αὐτοῦ ἐδιδάξατο.
 
δοκεῖς δέ μοι, ὅταν κωμῳδίαν καὶ τραγῳδίαν ἐπαινῇς, ἐπιλελῆσθαι ὅτι καὶ ἐν ἑκατέρᾳ ἐκείνων ὀρχήσεως ἴδιόν τι εἶδός ἐστιν, οἷον τραγικὴτραγικὴ ΦC: τραγικῇ ΓΕΝ. μὲν ἡ ἐμμέλεια, κωμῳδικὴκωμῳδικὴ ΦC: κωμωδικῇ ΓΕΝ. δὲ ὁ κόρδαξ, ἐνίοτε δὲ καὶ τρίτης,τρίτης C: τρίτη ΓΕΦΝ. σικιννίδος, προσλαμβανομένης. ἐπεὶ δὲ ἐν ἀρχῇ καὶ προετίμησας τῆς ὀρχήσεως τὴν τραγῳδίαν καὶ κωμῳδίαν καὶ αὐλητὰς κυκλίους καὶ κιθαρῳδίαν, ἐναγώνια ταῦτα καὶ διὰ τοῦτο σεμνὰ προσειπών, φέρε νῦν ἀντεξετάσωμεν τῇ ὀρχήσει ἕκαστον αὐτῶν. καίτοι τὸν μὲν αὐλόν, εἰ δοκεῖ, καὶ τὴν κιθάραν παρῶμεν· μέρη γὰρ τῆς τοῦ ὀρχηστοῦ ὑπηρεσίας καὶ ταῦτα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme