Thesauros Literature satire Τόξαρις ἢ Φιλία

Τόξαρις ἢ Φιλία

Τόξαρις ἢ Φιλία Lucian of Samosata

10

Τόξαρις
Εἴ δʼ οὖνδ’  οὖν dorf: γοῦν MSS. δοκεῖ, οὕτω νῦν ποιῶμεν. τοὺς μὲν παλαιοὺς φίλους ἀτρεμεῖν ἐάσωμεν, εἴ τινας ἢ ἡμεῖς ἢ ὑμεῖς τῶν πάλαι καταριθμεῖν ἔχομεν, ἐπεὶ κατά γε τοῦτο πλεονεκτοῖτε ἄν, πολλοὺς καὶ ἀξιοπίστους μάρτυρας τοὺς ποιητὰς παρεχόμενοι τὴν Ἀχιλλέως καὶ Πατρόκλου φιλίαν καὶ τὴν Θησέως καὶ Πειρίθου καὶ τῶν ἄλλων ἑταιρείαν ἐν καλλίστοις ἔπεσι καὶ μέτροις ῥαψῳδοῦντας· ὀλίγους δέ τινας προχειρισάμενοι τῶν καθʼ ἡμᾶς αὐτοὺς καὶ τὰ ἔργα αὐτῶν διηγησάμενοι, ἐγὼ μὲν τὰ Σκυθικά, σὺ δὲ τὰ Ἑλληνικά, ὁπότεροςἙλληνικά, καὶ ὁπότερος MSS. Bekker's excision of καί gives the sentence a proper conclusion. To read διηγησὠμεθα above (B2N) necessitates excising καὶ before τὰ ἔργα. ἂν ἐν τούτοις κρατῇ καὶ ἀμείνους παράσχηται τοὺς φίλους, αὐτός τε νενικηκὼς ἔσται καὶ τὴν αὑτοῦ ἀνακηρύξει, κάλλιστον ἀγῶνα καὶ σεμνότατον ἀγωνισάμενος. ὡς ἔγωγε πολὺ ἥδιον ἄν μοι δοκῶ μονομαχῶν ἡττηθεὶς ἀποτμηθῆναι τὴν δεξιάν, ὅπερ ἥττηςἥττης Bekker: τῆς MSS. Σκυθικῆς ἐπιτίμιόν ἐστιν, ἢ χείρων ἄλλου κατὰ φιλίαν κεκρίσθαι, καὶ ταῦτα Ἕλληνος, Σκύθης αὐτὸς ὤν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme