Τόξαρις
εἴρηκα, ὦ Μνήσιππε, ἀπὸ πολλῶν πέντε τούτους προχειρισάμενος. ἤδη δὲ καιρὸς ἂνἂν Geist: not in MSS. εἴη κεκρίσθαι ὁπότερον ἡμῶν ἢ τὴν γλῶτταν ἢ τὴν δεξιὰν ἀποτετμῆσθαι δέοι. τίς οὖν ὁ δικάσων ἐστίν;
Μνήσιππος
οὐδὲ εἷς· οὐ γὰρ ἐκαθίσαμέν τινα δικαστὴν τοῦ λόγου. ἀλλʼ οἶσθα ὃ δράσωμεν;δράσωμεν Γ: δράσομεν other MSS. ἐπειδὴ νῦν ἄσκοπα τετοξεύκαμεν, αὖθις ἑλόμενοι διαιτητὴν ἄλλους ἐπʼ ἐκείνῳ εἴπωμεν φίλους, εἶτα ὃς ἂν ἥττων γένηται, ἀποτετμήσεται τότε, ἢ ἐγὼ τὴν γλῶτταν ἢ σὺ τὴν δεξιάν. ἢ τοῦτο μὲν ἄγροικον, ἐπεὶ δὲ καὶ σὺ φιλίαν ἐπαινεῖν ἔδοξας, ἐγὼ δὲ οὐδὲν ἄλλο ἡγοῦμαι ἀνθρώποις εἶναι τούτου κτῆμα ἄμεινον ἢ κάλλιον, τί οὐχὶτί οὐχὶ Text N: κάλλιον εἶναί τι· οὐχὶ ΓΒΑ. καὶ ἡμεῖς συνθέμενοι πρὸς ἡμᾶς αὐτοὺς φίλοι τε αὐτόθεν εἶναι καὶ εἰσαεὶ ἔσεσθαι ἀγαπῶμεν ἄμφω νικήσαντες, τὰ μέγιστα ἆθλα προσλαβόντες, ἀντὶ μιᾶς γλώττης καὶ μιᾶς δεξιᾶς δύο ἑκάτερος ἐπικτησάμενοι καὶ προσέτι γε καὶ ὀφθαλμοὺς τέτταρας καὶ πόδας τέτταρας καὶ ὅλως διπλᾶ πάντα; τοιοῦτόν τι γάρ ἐστι συνελθόντες δύο ἢ τρεῖς φίλοι, ὁποῖον τὸν Γηρυόνην οἱ γραφεῖς ἐνδείκνυνται, ἄνθρωπον ἑξάχειρα καὶ τρικέφαλον· ἐμοὶ γὰρ δοκεῖν,δοκεῖν Hartman: δοκεῖ MSS. τρεῖς ἐκεῖνοι ἦσαν ἅμα πράττοντες πάντα, ὥσπερ ἐστὶ δίκαιον φίλους γε ὄντας.
Μνήσιππος
ἀλλὰ μήτε αἵματος, ὦ Τόξαρι, μήτε ἀκινάκου δεώμεθα τὴν φιλίαν ἡμῖν βεβαιώσοντος· ὁ γὰρ λόγος ὁ παρὼν καὶ τὸ τῶν ὁμοίων ὀρέγεσθαι πολὺ πιστότερα τῆς κύλικος ἐκείνης ἣν πίνετε, ἐπεὶ τά γε τοιαῦτα οὐκ ἀνάγκης ἀλλὰ γνώμης δεῖσθαί μοι δοκεῖ.