Thesauros Literature satire Τόξαρις ἢ Φιλία

Τόξαρις ἢ Φιλία

Τόξαρις ἢ Φιλία Lucian of Samosata

55–56

Τόξαρις
Ὁ δὲ ἀνακτησάμενος τοὺς φίλους καὶ τοὺς ἄλλους ἅπαντας παρακαλέσας ὥρμησεν ἐπὶ τὸν Ἀδύρμαχον καὶ πατάξας τῇ κοπίδι παρὰ τὸν αὐχένα μέχρι τῆς ζώνης διέτεμεν. πεσόντος δὲ ἐκείνου διελύθη τὸ Μαχλυϊκὸν ἅπαν, καὶ τὸ Ἀλανικὸν οὐ μετὰ πολύ, καὶ οἱ Ἕλληνες ἐπὶ τούτοις· ὥστε ἐκρατοῦμεν ἐξ ὑπαρχῆς ἡμεῖς καὶ ἐπεξήλθομεν ἂν ἐπὶ πολὺ κτείνοντες, εἰ μὴ νὺξ τὸ ἔργον ἀφείλετο.
 
εἰς δὲ τὴν ἐπιοῦσαν ἱκέται παρὰ τῶν πολεμίων ἥκοντες ἐδέοντο φιλίαν ποιεῖσθαι, Βοσπορανοὶ μὲν ὑποτελέσειν διπλάσιον τὸν δασμὸν ὑπισχνούμενοι, Μάχλυες δὲ ὁμήρους δώσειν ἔφασαν, οἱ Ἀλανοὶ δὲ ἀντὶ τῆς ἐφόδου ἐκείνης Σινδιανοὺς ἡμῖν χειρώσασθαι ὑπέστησαν ἐκ πολλοῦ διεστῶτας. ἐπὶ τούτοις ἐπείσθημεν, δόξαν πολὺ πρότερον Ἀρσακόμᾳ καὶ Λογχάτῃ, καὶ ἐγένετο εἰρήνη ἐκείνων πρυτανευόντων ἕκαστα.
 
τοιαῦτα, ὦ Μνήσιππε, τολμῶσιν ποιεῖν Σκύθαι ὑπὲρ τῶν φίλων.
Μνήσιππος
πάνυ τραγικά, ὦ Τόξαρι, καὶ μύθοις ὅμοια· καὶ ἵλεως μὲν ὁ Ἀκινάκης καὶ ὁ Ἄνεμος εἶεν, οὓς ὤμοσας· εἰ δʼ οὖνδ’ οὖν Fritzsche: γοῦν MSS. τις ἀπιστοίη αὐτοῖς, οὐ πάνυ μεμπτὸς εἶναι δόξειεν ἄν.
Τόξαρις
ἀλλʼ ὅρα, ὦ γενναῖε, μὴ φθόνος ὑμῶν ἡ ἀπιστία ᾖ. πλὴν οὐκ ἐμὲ ἀποτρέψεις ἀπιστῶν καὶ ἄλλα τοιαῦτα εἰπεῖν ἃ οἶδα ὑπὸ Σκυθῶν γενόμενα.
Μνήσιππος
μὴ μακρὰ μόνον, ὦ ἄριστε, μηδὲ οὕτως ἀφέτοις χρώμενος τοῖς λόγοις· ὡς νῦν γε, ἄνω καὶ κάτω τὴν Σκυθίαν καὶ τὴν ΜαχλυανὴνΜαχλυανὴν Cf. Μαχλυηνή in § 34. διαθέων καὶ εἰς τὸν Βόσπορον ἀπιών, εἶτʼ ἐπανιών, πάνυ μου κατεχρήσω τῇ σιωπῇ.
Τόξαρις
πειστέον καὶ ταῦτά σοι νομοθετοῦντι καὶ διὰ βραχέων λεκτέον, μὴ καὶ κάμῃς ἡμῖν τῇ ἀκοῇ συμπερινοστῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme