Thesauros Literature satire Τόξαρις ἢ Φιλία

Τόξαρις ἢ Φιλία

Τόξαρις ἢ Φιλία Lucian of Samosata

47

Τόξαρις
πῶς οὖν, ὁ Μακέντης ἔφη, χρησόμεθα τοῖς παροῦσι; ʼ διελώμεθα, ἔφη ὁ Λογχάτης, τὸ ἔργον· καὶ ἐγὼ μὲν ὑπισχνοῦμαι Ἀρσακόμᾳ τὴν κεφαλὴν κομιεῖν τὴντὴν ΓNBQ: τοῦ (C)A. Λευκάνορος, σὲ δὲ χρὴ τὴν νύμφην ἐπανάγειν αὐτῷ. οὕτωοὕτω NB: not in ΓM(C)A. γινέσθω, ἔφη· σὺ δέ, ὦ Ἀρσακόμα, ἐν τοσούτῳ — εἰκὸς γὰρ καὶ στρατιᾶς καὶ πολέμου τὸ μετὰ τοῦτο δεήσειν — ἡμᾶς αὐτοῦ περιμένων συνάγειρε καὶ παρασκεύαζε ὅπλα καὶ ἵππους καὶ τὴν ἄλλην δύναμιν ὡς πλείστην. ῥᾷστα δʼ ἂν πολλοὺς προσαγάγοις αὐτός τε ἀγαθὸς ὢν καὶ ἡμῖν οὐκ ὀλίγων ὄντων οἰκείων, μάλιστα δὲ εἰ καθέζοιο ἐπὶ τῆς βύρσης τοῦ βοός. ἔδοξε ταῦτα, καὶ ὁ μὲν ἐχώρει ὡς εἶχεν εὐθὺς ἐπὶ τοῦ Βοσπόρου, ὁ Λογχάτης, ὁ Μακέντης δὲ ἐπὶ τοὺς Μάχλυας, ἱππότης ἑκάτερος, ὁ δὲ Ἀρσακόμας οἴκοι μένων τοῖς τε ἡλικιώταις διελέγετο καὶ ὥπλιζε δύναμιν παρὰ τῶν οἰκείων, τέλος δὲ καὶ ἐπὶ τῆς βύρσης ἐκαθέζετο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme