Thesauros Literature satire Τόξαρις ἢ Φιλία

Τόξαρις ἢ Φιλία

Τόξαρις ἢ Φιλία Lucian of Samosata

30

Μνήσιππος
ἀπαγορεύοντος δὲ αὐτοῦ καὶ μηδὲ σῖτον αἱρεῖσθαι θέλοντος, ἀφικνεῖταί ποτε καὶ ὁ Δημήτριος, οὐδὲν εἰδὼς τῶν ἤδη γεγενημένων. καὶ ἐπειδὴ ἔμαθεν, ὡς εἶχεν εὐθὺς ἐπὶ τὸ δεσμωτήριον δρομαῖος ἐλθών, τότε μὲν οὐκ εἰσεδέχθη, ἑσπέρα γὰρ ἦν, καὶ ὁ δεσμοφύλαξ πάλαι κεκλεικὼς τὴν θύραν ἐκάθευδε, φρουρεῖν τοῖς οἰκέταις παρακελευσάμενος· ἕωθεν δὲ εἰσέρχεται πολλὰ ἱκετεύσας. καὶ παρελθὼν ἐπὶ πολὺ μὲν ἐζήτει τὸν Ἀντίφιλον ἄδηλον ὑπὸ τῶν κακῶν γεγενημένον, καὶ περιιὼν ἀνεσκοπεῖτο καθʼ ἕκαστον τῶν δεδεμένων, ὥσπερ εἰώθασιν οἱ τοὺς οἰκείους νεκρούς, ἤδη ἑώλων ὄντων, ἀναζητοῦντες ἐν ταῖς παρατάξεσιν. καὶ εἴ γε μὴ τοὔνομα ἐβόησεν, Ἀντίφιλον Δεινομένους, κἂν ἐπὶ πολὺ ἠγνόησεν ἂν ὅστις ἦν, τοσοῦτον ἤλλακτο ὑπὸ τῶν δεινῶν. ὡς δὲ τὴν φωνὴν αἰσθόμενος ἀνεβόησεν καὶ προσιόντος διαστείλας τὴν κόμην καὶ ἀπάγων τοῦ προσώπου αὐχμηρὰν καὶ συμπεπιλημένην ἔδειξεν αὑτὸν ὅστις ἦν, ἄμφω μὲν αὐτίκα πίπτουσιν ἰλιγγιάσαντες ἐπὶ τῇ ἀπροσδοκήτῳ θέᾳ.
 
χρόνῳ δὲ ἀναλαβὼν αὑτόν τε καὶ τὸν Ἀντίφιλον ὁ Δημήτριος καὶ σαφῶς ἕκαστα ὡς εἶχεν ἐκπυθόμενος παρʼ αὐτοῦ θαρρεῖν τε παρακελεύεται καὶ διελὼν τὸ τριβώνιον τὸ μὲν ἥμισυ αὐτὸς ἀναβάλλεται, τὸ λοιπὸν δὲ ἐκείνῳ δίδωσιν, ἃ εἶχε πιναρὰ καὶ ἐκτετρυχωμένα ῥάκη περισπάσας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme