Thesauros Literature satire Τόξαρις ἢ Φιλία

Τόξαρις ἢ Φιλία

Τόξαρις ἢ Φιλία Lucian of Samosata

18–19

Μνήσιππος
ὁ δὲ Ἀγαθοκλῆς καὶ τἄλλα μὲν συνῆν καὶ συναπῆρεν εἰς τὴν Ἰταλίαν καὶ συνεισῆλθεν εἰς τὸ δικαστήριον μόνος τῶν φίλων καὶ πρὸς οὐδὲν ἐνεδέησεν. ἐπεὶ δὲ ἤδη ἔφευγεν ὁ Δεινίας, οὐδὲ τότε ἀπελείφθη τοῦ ἑταίρου, καταδικάσας δὲ αὐτὸς αὑτοῦ διέτριβεν ἐν Γυάρῳ καὶ συνέφευγεν αὐτῷ, καὶ ἐπειδὴ παντάπασιν ἠπόρουν τῶν ἀναγκαίων, παραδοὺς ἑαυτὸν τοῖς πορφυρεῦσι συγκατεδύετο καὶ τὸ γινόμενον ἐκ τούτου ἀποφέρων ἔτρεφε τὸν Δεινίαν· καὶ νοσήσαντά τε ἐπὶ μήκιστον ἐθεράπευσε καὶ ἀποθανόντος οὐκέτι ἐπανελθεῖν εἰς τὴν ἑαυτοῦ ἠθέλησεν, ἀλλʼ αὐτοῦ ἐν τῇ νήσῳ ἔμεινεν αἰσχυνόμενος καὶ τεθνεῶτα ἀπολιπεῖν τὸν φίλον.
 
τοῦτό σοι ἔργον φίλου Ἕλληνος οὐ πρὸ πολλοῦ γενόμενον· ἔτη γὰρ οὐκ οἶδα εἰ πέντε ἤδη διελήλυθεν ἀφʼ οὗ Ἀγαθοκλῆς ἐν Γυάρῳ ἀπέθανεν.
Τόξαρις
καὶ εἴθε γε, ὦ Μνήσιππε, ἀνώμοτος ὢν ταῦτα ἔλεγες, ἵνα καὶ ἀπιστεῖν ἂν ἐδυνάμην αὐτοῖς· οὕτω Σκυθικόν τινα φίλον τὸν Ἀγαθοκλέα τοῦτον διηγήσω. πλὴν οὐοὐ Bekker: οὖν B. Not in other MSS. δέδια μή τινα καὶ ἄλλον ὅμοιον εἴπῃς αὐτῷ.
Μνήσιππος
ἄκουε τοίνυν καὶ ἄλλον, ὦ Τόξαρι, Εὐθύδικον τὸν Χαλκιδέα. διηγεῖτο δέ μοι περὶ αὐτοῦ Σιμύλος ὁ ναύκληρος ὁ Μεγαρικός, ἐπομοσάμενος ἦ μὴν αὐτὸς ἑωρακέναι τὸ ἔργον. πλεῖν μὲν γὰρ ἔφη ἐξ Ἰταλίας Ἀθήναζε περὶ δύσιν Πλειάδος συλλογιμαίους τινὰς ἀνθρώπους κομίζων, ἐν δὲ τούτοις εἶναι τὸν Εὐθύδικον καὶ μετʼ αὐτοῦ Δάμωνα, Χαλκιδέα καὶ τοῦτον, ἑταῖρον αὐτοῦ· ἡλικιώτας δὲ εἶναι, τὸν μὲν Εὐθύδικον ἐρρωμένον καὶ καρτερόν, τὸν δὲ Δάμωνα ὕπωχρον καὶ ἀσθενικόν, ἄρτι ἐκ νόσου μακρᾶς, ὡς ἐδόκει, ἀνιστάμενον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme