Thesauros Literature satire Τόξαρις ἢ Φιλία

Τόξαρις ἢ Φιλία

Τόξαρις ἢ Φιλία Lucian of Samosata

14

Μνήσιππος
ταύτην οὖν τότε οἱ Δεινίου κόλακες παραλαμβάνουσιν ἐπὶ τὸ μειράκιον, καὶ τὰ πολλὰ ὑπεκωμῴδουν, συνωθοῦντες αὐτὸν εἰς τὸν ἔρωτα τῆς Χαρικλείας. ἡ δὲ πολλοὺς ἤδη νέους ἐκτραχηλίσασα καὶ μυρίους ἔρωτας ὑποκριναμένη καὶ οἴκους πολυταλάντους ἀνατρέψασα, ποικίλον τι καὶ πολυγύμναστον κακόν, παραλαβοῦσα εἰς τὰς χεῖρας ἁπλοϊκὸν καὶ ἄπειρον τῶν τοιούτων μηχανημάτων νεανίσκον οὐκ ἀνῆκεν ἐκ τῶν ὀνύχων, ἀλλὰ περιέχουσα πανταχόθεν καὶ διαπείρασα, ὅτε ἤδη παντάπασιν ἐκράτει, αὐτή τε ἀπώλετο ὑπὸ τῆς ἄγρας καὶ τῷ κακοδαίμονι Δεινίᾳ μυρίων κακῶν αἰτία ἐγένετο.
 
τὸ μὲν γὰρ πρῶτον εὐθὺς ἐκεῖνα ἐπʼ αὐτὸν καθίει τὰ γραμματεῖα, συνεχῶςσυνεχῶς Ν: καὶ συνεχῶς Γ, vulg. πεμπομένη τὴν ἅβραν, ὡς ἐδάκρυσε καὶ ἐπηγρύπνησε καὶ τέλος ὡς ἀπάγξει ἑαυτὴν ἡ ἀθλία ὑπὸ τοῦ ἔρωτος, ἕως δὴ ὁ μακάριος ἐπείσθη καλὸς εἶναι καὶ ταῖς Ἐφεσίων γυναιξὶ περιπόθητος, καί που συνηνέχθη πολλὰ ἱκετευθείς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme