Φιλοσοφία
σκόπει, ὦ πάτερ, εἰ μικρά. σὺ γὰρ κατιδὼν τὸν βίον ἀδικίας καὶ παρανομίας μεστὸν ἅτε ἀμαθίᾳ καὶ ὕβρει ξυνόντα καὶ ταραττόμενον ὑπʼ αὐτῶν, κατελεήσας τὸ ἀνθρώπειον ὑπὸ τῇ ἀγνοίᾳ ἐλαυνόμενον ἐμὲ κατέπεμψας, ἐντειλάμενος ἐπιμεληθῆναι ὡς παύσαιντο μὲν ἀδικοῦντες ἀλλήλους καὶ βιαζόμενοι καὶ ὅμοια τοῖς θηρίοις βιοῦντες, ἀναβλέψαντες δὲ πρὸς τὴν ἀλήθειαν εἰρηνικώτερον ξυμπολιτεύοιντο. ἔφης γοῦν πρός με καταπέμπων, ἅ μὲν πράττουσιν οἱ ἄνθρωποι καὶ ὡς διάκεινται ὑπὸ τῆς ἀμαθίας, ὦ θύγατερ, καὶ αὐτὴ ὁρᾷς· ἐγὼ δέ (ἐλεῶ γὰρ αὐτούς) σέ, ἣν μόνην ἰάσασθαι ἂν τὰ γιγνόμενα οἶμαι, προκρίνας ἐξ ἁπάντων ἡμῶν πέμπω ἰασομένην.
Ζεύς
οἶδα πολλὰ καὶ ταῦταΟἶδα πολλὰ καὶ ταῦτα: The expression is unusual, and possibly wrong. Various conjectures are πολλὰ καὶ τοιαῦτα, πολλὰ τοιαῦτα, and (Capps) ἄλλα πολλὰ καὶ ταῦτα. Perhaps πολλὰ κατ' αὐτά (i.e. τὰ γιγνόμενα)? εἰπὼν τότε. σὺ δὲ τὰ μετὰ ταῦτα ἤδη λέγε, ὅπως μὲν ὑπεδέξαντό σε καταπταμένην τὸ πρῶτον, ἅτινα δὲ νῦν ὑπʼ αὐτῶν πέπονθας.