Thesauros Literature satire Περὶ τῆς Περεγρίνου Τελευτῆς

Περὶ τῆς Περεγρίνου Τελευτῆς

Περὶ τῆς Περεγρίνου Τελευτῆς Lucian of Samosata
29 Θεαγένης δὲ ἔναγχος, ὥς μοί τις τῶν ἑταίρων ἀπήγγειλεν, καὶ Σίβυλλαν ἔφη προειρηκέναι περὶ τούτων· καὶ τὰ ἔπη γὰρ ἀπεμνημόνευεν· ἀλλʼ ὁπόταν Πρωτεὺς Κυνικῶν ὄχʼ ἄριστος ἁπάντων Ζηνὸς ἐριγδούπου τέμενος κάτα πῦρ ἀνακαύσας ἐς φλόγα πηδήσας ἔλθῃ ἐς μακρὸν Ὄλυμπον, δὴ τότε πάντας ὁμῶς, οἳ ἀρούρης καρπὸν ἔδουσιν, νυκτιπόλον τιμᾶν κέλομαι ἥρωα μέγιστον σύνθρονον Ἡφαίστῳ καὶ Ἡρακλῆϊ ἄνακτι.
30 ταῦτα μὲν Θεαγένης Σιβύλλης ἀκηκοέναι φησίν. ἐγὼ δὲ Βάκιδος αὐτῷ χρησμὸν ὑπὲρ τούτων ἐρῶ· φησὶν δὲ ὁ Βάκις οὕτω, σφόδρα εὖ ἐπειπών, Ἀλλʼ ὁπόταν Κυνικὸς πολυώνυμος ἐς φλόγα πολλὴν πηδήσῃ δόξης ὑπʼ ἐρινύι θυμὸν ὀρινθείς, δὴ τότε τοὺς ἄλλους κυναλώπεκας, οἵ οἱ ἕπονται, μιμεῖσθαι χρὴ πότμον ἀποιχομένοιο λύκοιο. ὃς δέ κε δειλὸς ἐὼν φεύγῃ μένος Ἡφαίστοιο, λάεσσιν βαλέειν τοῦτον τάχα πάντας Ἀχαιούς, ὡς μὴ ψυχρὸς ἐὼν θερμηγορέειν ἐπιχειρῇ χρυσῷ σαξάμενος πήρην μάλα πολλὰ δανείζων, ἐν καλαῖς Πάτραισιν ἔχων τρὶς πέντε τάλαντα. τί ὑμῖν δοκεῖ, ἄνδρες; ἆρα φαυλότερος χρησμολόγος ὁ Βάκις τῆς Σιβύλλης εἶναι; ὥστε ὥρα τοῖς θαυμαστοῖς τούτοις ὁμιληταῖς τοῦ Πρωτέως περισκοπεῖν ἔνθα ἑαυτοὺς ἐξαερώσουσιν· τοῦτο γὰρ τὴν καῦσιν καλοῦσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme