Thesauros Literature satire Περὶ τῆς Συρίης Θεοῦ

Περὶ τῆς Συρίης Θεοῦ

Περὶ τῆς Συρίης Θεοῦ Lucian of Samosata
57 θύουσι δὲ οὐκ ἐν αὐτῷ τῷ ἱρῷ, ἀλλʼ ἐπεὰν παραστήσῃ τῷ βωμῷ τὸ ἱρήιον, ἐπισπείσας αὖτις ἄγει ζῳὸν ἐς τὰ οἰκεῖα, ἐλθὼν δὲ κατʼ ἑωυτὸν θύει τε καὶ εὔχεται.
58 ἔστιν δὲ καὶ ἄλλης θυσίης τρόπος τοιόσδε. στέψαντες τὰ ἱρήια, ζῳὰ ἐκ τῶν προπυλαίων ἀπιᾶσιν, τὰ δὲ κατενεχθέντα θνήσκουσιν. ἔνιοι δὲ καὶ παῖδας ἑωυτῶν ἐντεῦθεν ἀπιᾶσιν, οὐκ ὁμοίως τοῖς κτήνεσιν, ἀλλʼ ἐς πήρην ἐνθέμενοι χειρὶ κατάγουσιν, ἅμα δὲ αὐτέοισιν ἐπικερτομέοντες λέγουσιν ὅτι οὐ παῖδες, ἀλλὰ βόες εἰσίν.
59 στίζονται δὲ πάντες, οἱ μὲν ἐς καρπούς, οἱ δὲ ἐς αὐχένας· καὶ ἀπὸ τοῦδε ἅπαντες Ἀσσύριοι στιγματηφορέουσιν.
60 ποιέουσι δὲ καὶ ἄλλο μούνοισι Ἑλλήνων Τροιζηνίοισι ὁμολογέοντες. λέξω δὲ καὶ τὰ ἐκεῖνοι ποιέουσιν. Τροιζήνιοι τῇσι παρθένοισι καὶ τοῖσιν ἠιθέοισι νόμον ἐποιήσαντο μή μιν ἄλλως γάμον ἰέναι, πρὶν Ἱππολύτῳ κόμας κείρασθαι· καὶ ὧδε ποιέουσιν. τοῦτο καὶ ἐν τῇ ἱρῇ πόλει γίγνεται. οἱ μὲν νεηνίαι τῶν γενείων ἀπάρχονται, τοῖς δὲ νέοισι πλοκάμους ἱροὺς ἐκ γενετῆς ἀπιᾶσιν, τοὺς ἐπεὰν ἐν τῷ ἱρῷ γένωνται, τάμνουσίν τε καὶ ἐς ἄγγεα καταθέντες οἱ μὲν ἀργύρεα, πολλοὶ δὲ χρύσεα ἐν τῷ νηῷ προσηλώσαντες ἀπίασιν ἐπιγράψαντες ἕκαστοι τὰ οὐνόματα. τοῦτο καὶ ἐγὼ νέος ἔτι ὢν ἐπετέλεσα, καὶ ἔτι μευ ἐν τῷ ἱρῷ καὶ ὁ πλόκαμος καὶ τὸ οὔνομα.
← Previous 32 / 32

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme