Thesauros Literature satire Περὶ τῆς Συρίης Θεοῦ

Περὶ τῆς Συρίης Θεοῦ

Περὶ τῆς Συρίης Θεοῦ Lucian of Samosata
51 ἐν ταύτῃσι τῇσι ἡμέρῃσι καὶ Γάλλοι γίγνονται. ἐπεὰν γὰρ οἱ ἄλλοι αὐλέωσί τε καὶ ὄργιαὄργια du Soul: ὅρκτα MSS. ποιέωνται, ἐς πολλοὺς ἤδη ἡ μανίη ἀπικνέεται, καὶ πολλοὶ ἐς θέην ἀπικόμενοι μετὰ δὲ τοιάδε ἔπρηξαν. καταλέξω δὲ καὶ τὰ ποιέουσιν. ὁ νεηνίης ὅτῳ τάδε ἀποκέαται ῥίψας τὰ εἵματα μεγάλῃ βοῇ ἐς μέσον ἔρχεται καὶ ξίφος ἀναιρέεται· τὸτὸ Harmon: τὰ MSS. δὲ πολλὰ ἔτη, ἐμοὶ δοκέει, καὶ τοῦτο ἕστηκε. λαβὼν δὲ αὐτίκα τάμνει ἑωυτὸν θέει τε διὰ τῆς πόλιος καὶ τῇσι χερσὶ φέρει τὰ ἔταμεν. ἐς ὁκοίην δὲ οἰκίην τάδε ἀπορρίψει, ἐκ ταύτης ἐσθῆτά τε θηλέην καὶ κόσμον τὸν γυναικήιον λαμβάνει. τάδε μὲν ἐν τῇσι τομῇσι ποιέουσιν.
52 ἀποθανόντες δὲ Γάλλοι οὐκ ὁμοίην ταφὴν τοῖσιν ἄλλοισι θάπτονται, ἀλλʼ ἐὰν ἀποθάνῃ Γάλλος, ἑταῖροί μιν ἀείραντες ἐς τὰ προάστεια φέρουσιν, θέμενοι δὲ αὐτὸν καὶ τὸ φέρτρον τῷ ἐκόμισαν, ὕπερθε λίθοις βάλλουσιν, καὶ τάδε πρήξαντες ὀπίσω ἀπονοστέουσιν. φυλάξαντες δὲ ἑπτὰ ἡμερέων ἀριθμὸν οὕτως ἐς τὸ ἱρὸν ἐσέρχονται· πρὸ δὲ τουτέων ἢν ἐσέλθωσιν, οὐκ ὅσια ποιέουσιν.
53 νόμοισι δὲ ἐς ταῦτα χρέωνται τουτέοισι. ἢν μέν τις αὐτέων νέκυν ἴδηται, ἐκείνην τὴν ἡμέρην ἐς τὸ ἱρὸν οὐκ ἀπικνέεται, τῇ ἑτέρῃ δὲ καθήρας ἑωυτὸν ἐσέρχεται. αὐτῶν δὲ τῶν οἰκείων τοῦ νέκυος ἕκαστοι φυλάξαντες ἀριθμὸν ἡμερέων τριήκοντα καὶ τὰς κεφαλὰς ξυράμενοι ἐσέρχονται· πρὶν δὲ τάδε ποιῆσαι, οὐ σφίσι ἐσιέναι ὅσιον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme