Λυκῖνος
οὐ μόνον δὲ τοὺς ἀνθρώπους αὐτοὺς θεοῖς ἀπεικάζει, ἀλλὰ καὶ τὴνθεοῖς—τὴν N: not in ΕΓΩ. Probably a conjecture; ἀπεικάζει is certainly false (Mras). Εὐφόρβου κόμην ταῖς Χάρισιν ἀπείκασε, καὶ ταῦτα αἵματι δεδευμένην. καὶ ὅλως τοσαῦτά ἐστιν τὰ τοιαῦτα ὡς μηδὲν εἶναι μέρος τῆς ποιήσεως ὃ μὴ ταῖς θείαις εἰκόσιν διακεκόσμηται. ὥστε ἢ κἀκεῖνα ἐξαληλίφθω, ἢ καὶ ἡμῖν τὰ ὅμοια τολμᾶν ἐφείσθω. οὕτω δὲ τὸ κατὰ τὰς εἰκόνας καὶ τὰς ὁμοιώσεις ἀνεύθυνόν ἐστιν ὥστε Ὅμηρος καὶ τὰς θεὰς αὐτὰς οὐκ ὤκνησεν ἀπὸ τῶν ἐλαττόνων ἐπαινέσαι· τοὺς γοῦν τῆς Ἥρας ὀφθαλμοὺς τοῖς τῶν βοῶν εἴκασεν· ἕτερος δέ τις ἰοβλέφαρον τὴν Ἀφροδίτην ἔφη. τὴν μὲν γὰρ ῥοδοδάκτυλον τίς ἀγνοεῖ τῶν κἂν ἐπʼ ἐλάχιστον τῇ Ὁμήρου ποιήσει ὡμιληκότων;
Καίτοι τὰ μὲν τῆς μορφῆς ἔτι μετριώτερα, εἰ τις θεῷ ἐοικέναι λέγεται· ἀλλὰ τὰς προσηγορίας αὐτὰς πόσοι ἐμιμήσαντο τὰς τῶν θεῶν, Διονύσιοι καὶ Ἡφαιστίωνες καὶ Ζήνωνες καὶ Ποσειδώνιοι καὶ Ἑρμαῖ προσαγορευόμενοι; Λητὼ δὲ γυνή τις ἐγένετο Εὐαγόρου τοῦ Κυπρίων βασιλέως, καὶ ὅμως οὐκ ἠγανάκτησεν ἡ θεὸς δυναμένη λίθον αὐτὴν ὥσπερ τὴν Νιόβην ἀπεργάσασθαι. ἐῶ γὰρ τοὺς Αἰγυπτίους, οἵπερ καὶ δεισιδαιμονέστατοί εἰσιν πάντων, ὅμως τοῖς θείοις ὀνόμασιν εἰς κόρον ἐπιχρωμένους· σχεδὸν γοῦν τὰ πλεῖστα αὐτοῖς ἐξ οὐρανοῦ ἐστιν.