Λυκῖνος
Ἐπʼ ἐκείνῳεκείνῳ Fritzsche: ἐκείνων MSS. μέντοι καὶ πάνυ πολλήν σοι εἰδέναι τὴν χάριν ὁμολογῶ· ἐμοῦ γὰρ ἐπαινέσαντος τὸ μέτριον τοῦ σοῦ τρόπου καὶ ὅτι μηδὲν ὑπερπετὲς μηδὲ τύφου μεστὸν ἐνεποίησέ σοι ὁ παρὼν ὄγκος τῶν πραγμάτων, σὺ τὰ τοιαῦτα αἰτιασαμένη τοῦ λόγου ἐπιστώσω τοῦ ἐπαίνου τὴν ἀλήθειαν· τὸ γὰρ μὴ προαρπάζειν τὰ τοιαῦτα τῶν ἐγκωμίων, ἀλλʼ αἰδεῖσθαι ἐπʼ αὐτοῖς καὶ μείζω ἢ κατὰ σὲ εἶναι λέγειν, μετρίας καὶ δημοτικῆς τινος διανοίας δεῖγμά ἐστιν. πλὴν ἀλλὰ ὅσῳπερ ἂν πρὸς τὸ ἐπαινεῖσθαι αὐτὸ οὕτω διακειμένη τυγχάνῃς, τοσούτῳ ἀξιωτέραν ὑπερεπαινεῖσθαι ἀποφαίνεις σεαυτήν, καὶ σχεδὸν εἰς τὸν τοῦ Διογένους λόγον περιελήλυθέν σοι τὸ πρᾶγμα, ὃς ἐρομένου τινὸς ὅπως ἄν τις ἔνδοξος γένοιτο, εἰ δόξης, ἔφη, καταφρονήσειε. φαίην γὰρ ἂν καὶ αὐτός, εἴ τις ἔροιτό με, τίνες εἰσὶν μάλιστα ἐπαίνου ἄξιοι; ὁπόσοι ἐπαινεῖσθαι μὴ θέλουσιν.
ἀλλὰ ταῦτα μὲν ἴσως ἐξαγώνια καὶ πόρρω τοῦ πράγματος. ὑπὲρ δὲ οὗ χρὴ ἀπολογήσασθαι, τοῦτό ἐστιν, ὅτι τῇ ἐν Κνίδῳ καὶ τῇ ἐν κήποις καὶ Ἥρᾳ καὶ Ἀθηνᾷ τὴν μορφὴν ἀναπλάττων εἴκασα. ταῦτά σοι ἔκμετρα ἔδοξεν καὶ ὑπὲρ τὸν πόδα. περὶ αὐτῶν δὴ τούτων ἐρῶ.