Thesauros Literature satire Εἰκόνες

Εἰκόνες

Εἰκόνες Lucian of Samosata

10–11

Λυκῖνος
νὴ Δία, καὶ ὥσπερ γε ὁρῶν αὐτὴν οὕτω διατέθειμαι, ὁπόταν κατʼ ἐκεῖνό που ἀναγιγνώσκων γένωμαι, καὶ μονονουχὶ καὶ ἀκούω λεγούσης αὐτῆς ἃ πεποίηται λέγουσα, καὶ ὡς ὥπλιζε τὸν ἄνδρα καὶ οἵα ἦν παραπέμπουσα αὐτὸν ἐπὶ τὴν μάχην.
Πολύστρατος
ἀλλʼ, ὦ ἄριστε, σὺ μὲν ὥσπερ τινὰ ἀστραπὴν παραδραμοῦσαν ἅπαξ εἶδες αὐτήν, καὶ ἔοικας τὰ πρόχειρα ταῦτα, λέγω δὲ τὸ σῶμα καὶ τὴν μορφήν, ἐπαινεῖν· τῶν δὲ τῆς ψυχῆς ἀγαθῶν ἀθέατος εἶ, οὐδὲ οἶσθα ὅσον τὸ κάλλος ἐκεῖνό ἐστιν αὐτῆς, μακρῷ τινι ἄμεινον καὶ θεοειδέστερον τοῦ σώματος. ἐγὼ δὲ συνήθης γάρ εἰμι καὶ λόγων ἐκοινώνησα πολλάκις ὁμοεθνὴς ὤν. καὶ γάρ, ὡς οἶσθα καὶ αὐτός, τὸ ἥμερον καὶ φιλάνθρωπον καὶ τὸ μεγαλόφρον καὶ σωφροσύνην καὶ παιδείαν πρὸ τοῦ κάλλους ἐπαινῶ· ἄξια γὰρ προκεκρίσθαι ταῦτα τοῦ σώματος· ἐπεὶ ἄλογον ἂν εἴη καὶ γελοῖον, ὥσπερ εἴ τις τὴν ἐσθῆτα πρὸ τοῦ σώματος θαυμάζοι. τὸ δʼ ἐντελὲς κάλλος, οἶμαι, τοῦτό ἐστιν, ὁπόταν εἰς τὸ αὐτὸ συνδράμῃ ψυχῆς ἀρετὴ καὶ εὐμορφία σώματος. ἀμέλει πολλὰς ἄν σοι δείξαιμι μορφῆς μὲν εὖ ἡκούσας, τὰ δʼ ἄλλα αἰσχυνούσας τὸ κάλλος, ὡς καὶ μόνον φθεγξαμένων ἀπανθεῖν αὐτὸ καὶ ἀπομαραίνεσθαι ἐλεγχόμενόν τε καὶ ἀσχημονοῦν καὶ παρʼ ἀξίαν συνὸν πονηρᾷ τινι δεσποίνῃ τῇ ψυχῇ. καὶ αἵ γε τοιαῦται ὅμοιαί μοι δοκοῦσιν τοῖς Αἰγυπτίοις ἱεροῖς· κἀκεῖ γὰρ αὐτὸς μὲν ὁ νεὼς κάλλιστός τε καὶ μέγιστος, λίθοις τοῖς πολυτελέσιν ἠσκημένος καὶ χρυσῷ καὶ γραφαῖς διηνθισμένος, ἔνδον δὲ ἢν ζητῇς τὸν θεόν, ἢ πίθηκός ἐστιν ἢ ἶβις ἢ τράγος ἢ αἴλουρος. τοιαύτας πολλὰς ἰδεῖν ἔνεστιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme