Thesauros Literature satire Ἀλέξανδρος ἢ Ψευδόμαντις

Ἀλέξανδρος ἢ Ψευδόμαντις

Ἀλέξανδρος ἢ Ψευδόμαντις Lucian of Samosata
42 τοιαῦτα ἐντρυφῶν τοῖς ἀνοήτοις διετέλει, γυναῖκάς τε ἀνέδην διαφθείρων καὶ παισὶ συνών. καὶ ἦν μέγα καὶ εὐκτὸν ἑκάστῳ, εἴ τινος γυναικὶ προσβλέψειεν· εἰ δὲ καὶ φιλήματος ἀξιώσειεν, ἀθρόαν τὴν ἀγαθὴν τύχην ᾤετο ἕκαστος εἰς τὴν οἰκίαν αὐτῷ εἰσρυήσεσθαι. πολλαὶ δὲ καὶ ηὔχουν τετοκέναι παρʼ αὐτοῦ, καὶ οἱ ἄνδρες ἐπεμαρτύρουν ὅτι ἀληθῆ λέγουσιν.
43 ἐθέλω δέ σοι καὶ διάλογον διηγήσασθαι τοῦ Γλύκωνος καὶ Σακερδῶτός τινος, Τιανοῦ ἀνθρώπου· ὁποίου τινὸς τὴν σύνεσιν, εἴσῃ ἀπὸ τῶν ἐρωτήσεων. ἀνέγνων δὲ αὐτὸν χρυσοῖς γράμμασιν γεγραμμένον ἐν Τίῳ, ἐν τῇ τοῦ Σακερδῶτος οἰκίᾳ. εἰπὲ γάρ μοι, ἔφη, ὦ δέσποτα Γλύκων, τίς εἶ; ἐγώ, ἦ δʼ ὅς, Ἀσκληπιὸς νέος. ἄλλος παρʼ ἐκεῖνον τὸν πρότερον; πῶς λέγεις; οὐ θέμις ἀκοῦσαί σε τοῦτό γε. πόσα δὲ ἡμῖν ἔτη παραμενεῖς χρησμῳδῶν; τρίτον πρὸς τοῖς χιλίοις. εἶτα ποῖ μεταστήσῃ; ἐς Βάκτρα καὶ τὴν ἐκεῖ γῆν· δεῖ γὰρ ἀπολαῦσαι καὶ τοὺς βαρβάρους τῆς ἐπιδημίας τῆς ἐμῆς. τὰ δʼ ἄλλα χρηστήρια, τὸ ἐν Διδύμοις καὶ τὸ ἐν Κλάρῳ καὶ τὸ ἐν Δελφοῖς, ἔχουσι τὸν πατέρα τὸν Ἀπόλλω χρησμῳδοῦντα, ἢἕτι σου τὸν προπάτορα ἔχει τὸν Ἀπόλλω, ἢ β. ψευδεῖς εἰσιν οἱ νῦν ἐκπίπτοντες ἐκεῖ χρησμοί; μηδὲ τοῦτο ἐθελήσῃς εἰδέναι· οὐ γὰρ θέμις. ἐγὼ δὲ τίς ἔσομαι μετὰ τὸν νῦν βίον; κάμηλος, εἶτα ἵππος, εἶτʼ ἀνὴρ σοφὸς καὶ προφήτης οὐ μείων Ἀλεξάνδρου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme