Thesauros Literature satire Περὶ Πένθους

Περὶ Πένθους

Περὶ Πένθους Lucian of Samosata
24 ἐπὶ πᾶσι τούτοις τὸ περίδειπνον, καὶ πάρεισιν οἱ προσήκοντες καὶ τοὺς γονέας παραμυθοῦνται τοῦ τετελευτηκότος καὶ πείθουσι γεύσασθαι, οὐκ ἀηδῶς μὰ Δία οὐδʼ αὐτοὺς ἀναγκαζομένους, ἀλλὰ ἤδη ὑπὸ λιμοῦ τριῶν ἑξῆς ἡμερῶν ἀπηυδηκότας. καί, μέχρι μὲν τίνος, ὦ οὗτος, ὀδυρόμεθα; ἔασον ἀναπαύσασθαι τοὺς τοῦ μακαρίτου δαίμονας· εἰ δὲ καὶ τὸ παράπαν κλάειν διέγνωκας, αὐτοῦ γε τούτου ἕνεκα χρὴ μὴ ἀπόσιτον εἶναι, ἵνα καὶ διαρκέσῃς πρὸς τοῦ πένθους τὸ μέγεθος. τότε δὴ τότε ῥαψωδοῦνται πρὸς ἁπάντων δύο τοῦ Ὁμήρου στίχοι· καὶ γάρ τʼ ἠΰκομος Νιόβη ἐμνήσατο σίτου· καὶ γαστέρι δʼ οὔπως ἐστὶ νέκυν πενθῆσαι Ἀχαιούς. οἱ δὲ ἅπτονται μέν, αἰσχυνόμενοι δὲ τὰ πρῶτα καὶ δεδιότες εἰ φανοῦνται μετὰ τὴν τελευτὴν τῶν φιλτάτων τοῖς ἀνθρωπίνοις πάθεσιν ἐμμένοντες.
24 ταῦτα καὶ πολὺ τούτων γελοιότερα εὕροι τις ἂν ἐπιτηρῶν ἐν τοῖς πένθεσι γιγνόμενα διὰ τὸ τοὺς πολλοὺς τὸ μέγιστον τῶν κακῶν τὸν θάνατον οἴεσθαι.
← Previous 9 / 9

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme