Thesauros Literature satire Ἀνάχαρσις ἢ Περὶ Γυμνασίων

Ἀνάχαρσις ἢ Περὶ Γυμνασίων

Ἀνάχαρσις ἢ Περὶ Γυμνασίων Lucian of Samosata

37–38

Σόλων
τὸ δὲ δὴ ἐν ὅπλοις πειρᾶσθαι αὐτῶν καὶ ὁρᾶν τιτρωσκομένους — ἄπαγε· θηριῶδες γὰρ καὶ δεινῶς σκαιὸν καὶ προσέτι γε ἀλυσιτελὲς ἀποσφάττειν τοὺς ἀρίστους καὶ οἷς ἄν τις ἄμεινον χρήσαιτο κατὰ τῶν δυσμενῶν.
 
ἐπεὶ δὲ φής, ὦ Ἀνάχαρσι, καὶ τὴν ἄλλην Ἑλλάδα ἐπελεύσεσθαι, μέμνησο ἤν ποτε καὶ εἰς Λακεδαίμονα ἔλθῃς, μὴ καταγελάσαι μηδὲ ἐκείνων μηδὲ οἴεσθαι μάτην πονεῖν αὐτούς, ὁπόταν ἢ σφαίρας πέρι ἐν τῷ θεάτρῳ συμπεσόντες παίωσιν ἀλλήλους ἢ εἰς χωρίον εἰσελθόντες ὕδατι περιγεγραμμένον, εἰς φάλαγγα διαστάντες, τὰ πολεμίων ἀλλήλους ἐργάζωνται γυμνοὶ καὶ αὐτοί, ἄχρις ἂν ἐκβάλωσι τοῦ περιγράμματος τὸ ἕτερον σύνταγμα οἱ ἕτεροι, τοὺς κατὰ Λυκοῦργον οἱ καθʼ Ἡρακλέα ἢ ἔμπαλιν, συνωθοῦντες εἰς τὸ ὕδωρ· τὸ γὰρ ἀπὸ τούτου εἰρήνη λοιπὸν καὶ οὐδεὶς ἂν ἔτι παίσειε. μάλιστα δὲ ἢν ὁρᾷς μαστιγουμένους αὐτοὺς ἐπὶ τῷ βωμῷ καὶ αἵματι ῥεομένους, πατέρας δὲ καὶ μητέρας παρεστώσας οὐχ ὅπως ἀνιωμένας ἐπὶ τοῖς γιγνομένοις ἀλλὰ καὶ ἀπειλούσας, εἰ μὴ ἀντέχοιεν πρὸς τὰς πληγάς, καὶ ἱκετευούσας ἐπὶ μήκιστον διαρκέσαι πρὸς τὸν πόνον καὶ ἐγκαρτερῆσαι τοῖς δεινοῖς. πολλοὶ γοῦν καὶ ἐναπέθανον τῷ ἀγῶνι μὴ ἀξιώσαντες ἀπαγορεῦσαι ζῶντες ἔτι ἐν ὀφθαλμοῖς τῶν οἰκείων μηδὲ εἶξαι τοῖς σώμασιν· ὧν καὶ τοὺς ἀνδριάντας ὄψει τιμωμένους δημοσίᾳ ὑπὸ τῆς Σπάρτης ἀνασταθέντας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme