5
δοκῶ δέ μοι καλῶς ἂν ποιῆσαι, εἰ τὰς αἰτίας ἀφʼ ὧν ἐπὶ τὸν τοιοῦτον βίον ἀφικνοῦνταί τινες προεξετάσας δείξαιμι οὐ πάνυ βιαίους οὐδʼ ἀναγκαίας· οὕτω γὰρ ἂν αὐτοῖς ἡ ἀπολογία προαναιροῖτο καὶ ἡ πρώτη ὑπόθεσις τῆς ἐθελοδουλείας. οἱ μὲν δὴ πολλοὶ τὴν πενίαν καὶ τὴν τῶν ἀναγκαίων χρείαν προθέμενοι ἱκανὸν τοῦτο προκάλυμμα οἴονται προβεβλῆσθαι τῆς πρὸς τὸν βίον τοῦτον αὐτομολίας, καὶ ἀποχρῆν αὐτοῖς νομίζουσιν εἰ λέγοιεν ὡς συγγνώμης ἄξιον ποιοῦσιν τὸ χαλεπώτατον τῶν ἐν τῷ βίῳ, τὴν πενίαν, διαφυγεῖν ζητοῦντες· εἶτα ὁ Θέογνις πρόχειρος καὶ πολὺ τό, πᾶς γὰρ ἀνὴρ πενίῃ δεδμημένος καὶ ὅσα ἄλλα δείματα ὑπὲρ τῆς πενίας οἱ ἀγεννέστατοι τῶν ποιητῶν ἐξενηνόχασιν.