4
ῥηθήσεται δὲ ὁ πᾶς λόγος τὸ μὲν ὅλον ἴσως διὰ σέ, πλὴν ἀλλʼ οὔ γε περὶ τῶν φιλοσοφούντων ὑμῶν μόνον, οὐδὲ ὁπόσοι σπουδαιοτέραν τὴν προαίρεσιν προείλοντο ἐν τῷ βίῳ, ἀλλὰ καὶ περὶ γραμματιστῶν καὶ ῥητόρων καὶ μουσικῶν καὶ ὅλως τῶν ἐπὶ παιδείαις συνεῖναι καὶ μισθοφορεῖν ἀξιουμένων. κοινῶν δὲ ὡς ἐπίπαν ὄντων καὶ ὁμοίων τῶν συμβαινόντων ἅπασι, δῆλον ὡς οὐκ ἐξαίρετα μέν, αἰσχίω δὲ τὰ αὐτὰ ὄντα γίγνεται τοῖς φιλοσοφοῦσιν, εἰ τῶν ὁμοίων τοῖς ἄλλοις ἀξιοῖντο καὶ μηδὲν αὐτοὺς σεμνότερον οἱ μισθοδόται ἄγοιεν. ὅ τι δʼ ἂν οὖν ὁ λόγος αὐτὸς ἐπιὼν ἐξευρίσκῃ, τούτου τὴν αἰτίαν μάλιστα μὲν οἱ ποιοῦντες αὐτοί, ἔπειτα δὲ οἱ ὑπομένοντες αὐτὰ δίκαιοι ἔχειν· ἐγὼ δὲ ἀναίτιος, εἰ μὴ ἀληθείας καὶ παρρησίας ἐπιτίμιόν τί ἐστιν.