Thesauros Literature satire Περὶ τῶν ἐν Μισθῷ συνόντων

Περὶ τῶν ἐν Μισθῷ συνόντων

Περὶ τῶν ἐν Μισθῷ συνόντων Lucian of Samosata
36 καίτοι φορητὰ ἴσως τὰ τῶν ἀνδρῶν. αἱ δὲ οὖνδὲ οὖν Seager: δὴ οὖν MSS. γυναῖκες — καὶ γὰρ αὖ καὶ τόδε ὑπὸ τῶν γυναικῶν σπουδάζεται, τὸ εἶναί τινας αὐταῖς πεπαιδευμένους μισθοῦ ὑποτελεῖςμισθοῦ ὑποτελεῖς = ὑπομίσθονς. Cobst and Fritzsche emend. συνόντας καὶ τῷ φορείῳ ἑπομένους· ἓν γάρ τι καὶ τοῦτο τῶν ἄλλων καλλωπισμάτων αὐταῖς δοκεῖ, ἢν λέγηται ὡς πεπαιδευμέναι τέ εἰσιν καὶ φιλόσοφοι καὶ ποιοῦσιν ᾄσματα οὐ πολὺ τῆς Σαπφοῦς ἀποδέοντα — διὰ δὴ ταῦτα μισθωτοὺς καὶ αὗται περιάγονται ῥήτορας καὶ γραμματικοὺς καὶ φιλοσόφους, ἀκροῶνται δʼ αὐτῶν — πηνίκα; γελοῖον γὰρ καὶ τοῦτο — ἤτοι μεταξὺ κομμούμεναι καὶ τὰς κόμας παραπλεκόμεναι ἢ παρὰ τὸ δεῖπνον· ἄλλοτε γὰρ οὐκ ἄγουσι σχολήν. πολλάκις δὲ καὶ μεταξὺ τοῦ φιλοσόφου τι διεξιόντος ἡ ἅβρα προσελθοῦσα ὤρεξε παρὰ τοῦ μοιχοῦ γραμμάτιον, οἱ δὲ περὶ σωφροσύνης ἐκεῖνοι λόγοι ἑστᾶσι περιμένοντες, ἔστʼ ἂν ἐκείνη ἀντιγράψασα τῷ μοιχῷ ἐπαναδράμῃ πρὸς τὴν ἀκρόασιν.
37 ἐπειδὰν δέ ποτε διὰ μακροῦ τοῦ χρόνου Κρονίων ἢ Παναθηναίων ἐπιστάντων πέμπηταί τί σοι ἐφεστρίδιον ἄθλιον ἢ χιτώνιον ὑπόσαθρον, ἐνταῦθα μάλιστα πολλὴν δεῖ καὶ μεγάλην γενέσθαι τὴν πομπήν. καὶ ὁ μὲν πρῶτος εὐθὺς ἔτι σκεπτομένουἔτι σκεπτομένου Ϛ, edd.: ἐπισκεπτομένου MSS. παρακούσας τοῦ δεσπότου προδραμὼν καὶ προμηνύσας ἀπέρχεται μισθὸν οὐκ ὀλίγον τῆς ἀγγελίας προλαβών. ἕωθεν δὲ τρισκαίδεκα ἥκουσιν κομίζοντες, ἕκαστος ὡς πολλὰ εἶπε καὶ ὡς ὑπέμνησε καὶ ὡς ἐπιτραπεὶς τὸ κάλλιον ἐπελέξατο διεξιών. ἅπαντες δʼ οὖν ἀπαλλάττονται λαβόντες, ἔτι καὶ βρενθυόμενοι ὅτι μὴ πλείω ἔδωκας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme