Thesauros Literature satire Περὶ τῶν ἐν Μισθῷ συνόντων

Περὶ τῶν ἐν Μισθῷ συνόντων

Περὶ τῶν ἐν Μισθῷ συνόντων Lucian of Samosata
26 σὺ δʼ ἄθλιος τὰ μὲν παραδραμών, τὰ δὲ βάδην ἄναντα πολλὰ καὶ κάταντα — τοιαύτη γάρ, ὡς οἶσθα, ἡ πόλις — περιελθὼν ἵδρωκάς τε καὶ πνευστιᾷς, κἀκείνου ἔνδον τινὶ τῶν φίλων πρὸς ὃν ἦλθεν διαλεγομένου, μηδὲ ὅπου καθίζῃς ἔχων ὀρθὸς ὑπʼ ἀπορίας ἀναγιγνώσκεις τὸ βιβλίον προχειρισάμενος.
26 ἐπειδὰν δὲ ἄσιτόν τε καὶ ἄποτον ἡ νὺξ καταλάβῃ, λουσάμενος πονηρῶς ἀωρὶ περὶ αὐτό που σχεδὸν τὸ μεσονύκτιον ἥκεις ἐπὶ τὸ δεῖπνον, οὐκέθʼ ὁμοίως ἔντιμος οὐδὲ περίβλεπτος τοῖς παροῦσιν, ἀλλʼ ἤν τις ἄλλος ἐπεισέλθῃ νεαλέστερος, εἰς τοὐπίσω σύ· καὶ οὕτως εἰς τὴν ἀτιμοτάτην γωνίαν ἐξωσθεὶς κατάκεισαι μάρτυς μόνον τῶν παραφερομένων, τὰ ὀστᾶ, εἰ ἐφίκοιτο μέχρι σοῦ, καθάπερ οἱ κύνες περιεσθίων ἢ τὸ σκληρὸν τῆς μαλάχης φύλλον ᾧ τὰ ἄλλα συνειλοῦσιν, εἰ ὑπεροφθείη ὑπὸ τῶν προκατακειμένων, ἄσμενος ὑπὸ λιμοῦ παροψώμενος.παροψώμενος Jensius: παραψόμενος MSS. (παραψάμενος U).

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme