Thesauros Literature satire Περὶ τῶν ἐν Μισθῷ συνόντων

Περὶ τῶν ἐν Μισθῷ συνόντων

Περὶ τῶν ἐν Μισθῷ συνόντων Lucian of Samosata
15 ὥσπερ οὖν εἰκός, ἰδίειν τε ἀνάγκη ὑπʼ ἀπορίας καὶ μήτε διψῶντα πιεῖν αἰτεῖν τολμᾶν, μὴ δόξῃς οἰνόφλυξ τις εἶναι, μήτε τῶν ὄψων παρατεθέντων ποικίλων καὶ πρός τινα τάξιν ἐσκευασμένων εἰδέναι ἐφʼ ὅ τι πρῶτον ἢ δεύτερον τὴν χεῖρα ἐνέγκῃς· ὑποβλέπειν οὖν εἰς τὸν πλησίον δεήσει κἀκεῖνον ζηλοῦν καὶ μανθάνειν τοῦ δείπνου τὴν ἀκολουθίαν.
16 τὰ δʼ ἄλλα ποικίλος εἶ καὶ θορύβου πλέως τὴν ψυχήν, πρὸς ἕκαστα τῶν πραττομένων ἐκπεπληγμένος, καὶ ἄρτι μὲν εὐδαιμονίζεις τὸν πλούσιον τοῦ χρυσοῦ καὶ τοῦ ἐλέφαντος καὶ τῆς τοσαύτης τρυφῆς, ἄρτι δὲ οἰκτείρεις σεαυτόν, ὡς τὸ μηδὲν ὢν εἶτα ζῆν ὑπολαμβάνεις. ἐνίοτε δὲ κἀκεῖνο εἰσέρχεταί σε, ὡς ζηλωτόν τινα βιώσῃ τὸν βίον ἅπασιν ἐκείνοις ἐντρυφήσων καὶ μεθέξων αὐτῶν ἐξ ἰσοτιμίας· οἴει γὰρ εἰσαεὶ Διονύσια ἑορτάσειν. καί που καὶ μειράκια ὡραῖα διακονούμενα καὶ ἠρέμα προσμειδιῶντα γλαφυρωτέραν ὑπογράφει σοι τὴν μέλλουσαν διατριβήν, ὥστε συνεχῶς τὸ Ὁμηρικὸν ἐκεῖνο ἐπιφθέγγεσθαι, οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιούς πολλὰ πονεῖν καὶ ὑπομένειν ὑπὲρ τῆς τοσαύτης εὐδαιμονίας.
16 Φιλοτησίαι τὸ ἐπὶ τούτῳ, καὶ σκύφον εὐμεγέθη τινὰ αἰτήσας προὔπιέν σοι τῷ διδασκάλῳ, ἢ ὁτιδήποτε προσειπών· σὺ δὲ λαβών, ὅτι μέν τί σε καὶ αὐτὸν ὑπειπεῖν ἔδει ἠγνόησας ὑπʼ ἀπειρίας, καὶ ἀγροικίας δόξαν ὦφλες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme