Thesauros Literature satire Περὶ τῶν ἐν Μισθῷ συνόντων

Περὶ τῶν ἐν Μισθῷ συνόντων

Περὶ τῶν ἐν Μισθῷ συνόντων Lucian of Samosata
14 εὐθὺς οὖν πρόσεισιν παραγγέλλων τις ἥκειν ἐπὶ τὸ δεῖπνον, οὐκ ἀνομίλητος οἰκέτης, ὃν χρὴ πρῶτον ἵλεων ποιήσασθαι, παραβύσαντα εἰς τὴν χεῖρα, ὡς μὴ ἀδέξιος εἶναι δοκῇς, τοὐλάχιστον πέντε δραχμάς· ὁ δὲ ἀκκισάμενος καί, ἄπαγε, παρὰ σοῦ δὲ ἐγώ; καί, Ἡράκλεις, μὴ γένοιτο, ὑπειπὼν τέλος ἐπείσθη, καὶ ἄπεισί σοι πλατὺ ἐγχανών. σὺ δὲ ἐσθῆτα καθαρὰν προχειρισάμενος καὶ σεαυτὸν ὡς κοσμιώτατα σχηματίσας λουσάμενος ἥκεις, δεδιὼς μὴ πρὸ τῶν ἄλλων ἀφίκοιο· ἀπειρόκαλον γάρ, ὥσπερ καὶ τὸ ὕστατον ἥκειν φορτικόν. αὐτὸ οὖν τηρήσας τὸ μέσον τοῦ καιροῦ εἰσελήλυθας, καί σε πάνυ ἐντίμως ἐδέξατο, καὶ παραλαβών τις κατέκλινε μικρὸν ὑπὲρ τοῦ πλουσίου μετὰ δύο που σχεδὸν τῶν παλαιῶν φίλων.
15 σὺ δʼ ὥσπερ εἰςεἰς Coraes not in MSS. τοῦ Διὸς τὸν οἶκον παρελθὼν πάντα τεθαύμακας καὶ ἐφʼ ἑκάστῳ τῶν πραττομένων μετέωρος εἶ· ξένα γάρ σοι καὶ ἄγνωστα πάντα· καὶ ἥ τε οἰκετεία εἰς σὲ ἀποβλέπει καὶ τῶν παρόντων ἕκαστος ὅ τι πράξεις ἐπιτηροῦσιν, οὐδὲ αὐτῷ δὲ ἀμελὲς τῷ πλουσίῳ τοῦτο, ἀλλὰ καὶ προεῖπέ τισι τῶν οἰκετῶν ἐπισκοπεῖν εἴ πωςεἴ πως Fritzsche: ὅπως MSS. adding εἰ before πολλάκις. εἰς τοὺς παῖδας ἢ εἰς τὴν γυναῖκα πολλάκις ἐκ περιωπῆς ἀποβλέψεις. οἱ μὲν γὰρ τῶν συνδείπνων ἀκόλουθοι ὁρῶντες ἐκπεπληγμένον εἰς τὴν ἀπειρίαν τῶν δρωμένων ἀποσκώπτουσι, τεκμήριοντεκμήριον Cobet: τεκμήριον ποιούμενοι MSS. τοῦ μὴ παρʼ ἄλλῳ πρότερόν σε δεδειπνηκέναι τὸ καινὸν εἶναί σοι τὸ χειρόμακτρον τιθέμενοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme