Thesauros Literature satire Θεῶν Κρίσις

Θεῶν Κρίσις

Θεῶν Κρίσις Lucian of Samosata

14–16

Ἀφροδίτη
νέος εἶ σὺ καὶ ἀγροῖκος, ἐγὼ δὲ οἶδα ὡς χρὴ τὰ τοιαῦτα δρᾶν. 5
Πάρις
πῶς; ἐθέλω γὰρ καὶ αὐτὸς εἰδέναι.
Ἀφροδίτη
σὺ μὲν ἀποδημήσεις ὡς ἐπὶ θέαν τῆς Ἑλλάδος, κἀπειδὰν ἀφίκῃ εἰς τὴν Λακεδαίμονα, ὄψεταί σε ἡ Ἑλένη. τοὐντεῦθεν δὲ ἐμὸν ἂν εἴη τὸ ἔργον, ὅπως ἐρασθήσεταί σου καὶ ἀκολουθήσει.
Πάρις
τοῦτο αὐτὸ καὶ ἄπιστον εἶναί μοι δοκεῖ, τὸ ἀπολιποῦσαν τὸν ἄνδρα ἐθελῆσαι βαρβάρῳ καὶ ξένῳ συνεκπλεῦσαι.
Ἀφροδίτη
θάρρει τούτου γε ἕνεκα. παῖδε γάρ μοι ἐστὸν δύο καλώ, Ἵμερος καὶ Ἔρως, τούτω σοι παραδώσω ἡγεμόνε τῆς ὁδοῦ γενησομένω· καὶ ὁ μὲν Ἔρως ὅλος παρελθὼν εἰς αὐτὴν ἀναγκάσει τὴν γυναῖκα ἐρᾶν, ὁ δʼ Ἵμερος αὐτῷ σοι περιχυθεὶς τοῦθʼ ὅπερ ἐστίν, ἱμερτόν τε θήσει καὶ ἐράσμιον. καὶ αὐτὴ δὲ συμπαροῦσα δεήσομαι καὶ τῶν Χαρίτων ἀκολουθεῖν· καὶ οὕτως ἅπαντες αὐτὴν ἀναπείσομεν.
Πάρις
ὅπως μὲν ταῦτα χωρήσει, ἄδηλον, ὦ Ἀφροδίτη· πλὴν ἐρῶ γε ἤδη τῆς Ἑλένης καὶ οὐκ οἶδʼ ὅπως καὶ ὁρᾶν αὐτὴν οἴομαι καὶ πλέω εὐθὺ τῆς Ἑλλάδος καὶ τῇ Σπάρτῃ ἐπιδημῶ καὶ ἐπάνειμι ἔχων τὴν γυναῖκα — καὶ ἄχθομαι ὅτι μὴ ταῦτα ἤδη πάντα ποιῶ.
Ἀφροδίτη
μὴ πρότερον ἐρασθῇς, ὦ Πάρι, πρὶν ἐμὲ τὴν προμνήστριαν καὶ νυμφαγωγὸν ἀμείψασθαι τῇ κρίσει· πρέποι γὰρ ἂν κἀμὲ νικηφόρον ὑμῖν συμπαρεῖναι καὶ ἑορτάζειν ἅμα καὶ τοὺς γάμους καὶ τὰ ἐπινίκια. πάντα γὰρ ἔνεστί σοι — τὸν ἔρωτα, τὸ κάλλος, τὸν γάμον — τουτουὶ τοῦ μήλου πρίασθαι.
Πάρις
δέδοικα μή μου ἀμελήσῃς μετὰ τὴν κρίσιν.
Ἀφροδίτη
βούλει οὖν ἐπομόσομαι;
Πάρις
μηδαμῶς, ἀλλʼ ὑπόσχου πάλιν.
Ἀφροδίτη
ὑπισχνοῦμαι δή σοι τὴν Ἑλένην παραδώσειν γυναῖκα, καὶ ἀκολουθήσειν γέ σοι αὐτὴν καὶ ἀφίξεσθαι παρʼ ὑμᾶς εἰς τὴν Ἴλιον· καὶ αὐτὴ παρέσομαι καὶ συμπράξω τὰ πάντα. 5

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme