Thesauros Literature satire Θεῶν Κρίσις

Θεῶν Κρίσις

Θεῶν Κρίσις Lucian of Samosata

10–11

ἈφροδίτηΑΦΡΟΔΙΤΗ vulg.: HPΑ MSS. editors since Jacobitz.
καλῶς, ὦ Πάρι· καὶ πρώτη γε ἀποδύσομαι, ὅπως μάθῃς ὅτι μὴ μόνας ἔχω τὰς ὠλένας λευκὰς μηδὲ τῷ βοῶπις εἶναι μέγα φρονῶ, ἐπʼ ἴσης δέ εἰμι πᾶσα καὶ ὁμοίωςὁμοίαως Most editors insert, with the Juntine edition, ΠΑΡ. Ἀπόδνθι καὶ σύ, ὦ Ἀφροδίτη, for which there is no MSS. authority. Giving the preceding speech to Aphrodite makes this unnecessary. Hemsterhuysʼ note should bave settled the matter. καλή.
Ἀθήνα
μὴ πρότερον ἀποδύσῃς αὐτήν, ὦ Πάρι, πρὶν ἂν τὸν κεστὸν ἀπόθηται — φαρμακὶς γάρ ἐστιν — μή σε καταγοητεύσῃ διʼ αὐτοῦ. καίτοι γε ἐχρῆν μηδὲ οὕτω κεκαλλωπισμένην παρεῖναι μηδὲ τοσαῦτα ἐντετριμμένην χρώματα καθάπερ ὡς ἀληθῶς ἑταίραν τινά, ἀλλὰ γυμνὸν τὸ κάλλος ἐπιδεικνύειν.
Πάρις
Εὖ λέγουσι τὸ περὶ τοῦ κεστοῦ, καὶ ἀπόθου.
Ἀφροδίτη
τί οὖν οὐχὶ καὶ σύ, ὦ Ἀθηνᾶ, τὴν κόρυν ἀφελοῦσα ψιλὴν τὴν κεφαλὴν ἐπιδεικνύεις, ἀλλʼ ἐπισείεις τὸν λόφον καὶ τὸν δικαστὴν φοβεῖς; ἢ δέδιας μή σοι ἐλέγχηται τὸ γλαυκὸν τῶν ὀμμάτων ἄνευ τοῦ φοβεροῦ βλεπόμενον;
Ἀθήνα
ἰδού σοι ἡ κόρυς αὕτη ἀφῄρηται. 5
Ἀφροδίτη
ἰδοὺ καί σοι ὁ κεστός.
Ἥρα
ἀλλὰ ἀποδυσώμεθα.
Πάρις
ὦ Ζεῦ τεράστιε τῆς θέας, τοῦ κάλλους, τῆς ἡδονῆς. οἵα μὲν ἡ παρθένος, ὡς δὲ βασιλικὸν αὕτη καὶ σεμνὸν ἀπολάμπει καὶ ἀληθῶς ἄξιον τοῦ Διός, ἥδεἥδε Harmon: ἡδέως Γ. The β MSS. read ὁρᾷ δὲ ἡδέως καὶ γλαφυρόν τι. Editors read ὡς δὲ ὁρᾷ ἤδε ἡδέως, καὶ γλάφυρόν τι (Juntine). δὲ ὁρᾷ ἡδύ τι καὶ γλαφυρόν, καὶ προσαγωγὸν ἐμειδίασεν — ἀλλʼ ἤδη μὲν ἅλις ἔχω τῆς εὐδαιμονίας· εἰ δοκεῖ δέ, καὶ ἰδίᾳ καθʼ ἑκάστην ἐπιδεῖν βούλομαι, ὡς νῦν γε ἀμφίβολός εἰμι καὶ οὐκ οἶδα πρὸς ὅ τι ἀποβλέψω, πάντῃ τὰς ὄψεις περισπώμενος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme