Thesauros Literature satire Φιλοψευδὴς ἢ Ἀπιστῶν

Φιλοψευδὴς ἢ Ἀπιστῶν

Φιλοψευδὴς ἢ Ἀπιστῶν Lucian of Samosata

29–30

Τυχιάδης
τί δʼ ἄλλο, εἶπεν ὁ Εὐκράτης, ἢ τουτονὶ τὸν ἀδαμάντινον πείθομεν — δείξας ἐμέ — ἡγεῖσθαι δαίμονάς τινας εἶναι καὶ φάσματα καὶ νεκρῶν ψυχὰς περιπολεῖν ὑπὲρ γῆς καὶ φαίνεσθαι οἷς ἂν ἐθέλωσιν. ἐγὼ μὲν οὖν ἠρυθρίασα καὶ κάτω ἔνευσα αἰδεσθεὶς τὸν Ἀρίγνωτον. ὁ δὲ, ὅρα, ἔφη, ὦ Εὔκρατες, μὴ τοῦτό φησιν Τυχιάδης, τὰς τῶν βιαίως ἀποθανόντων μόνας ψυχὰς περινοστεῖν, οἷον εἴ τις ἀπήγξατο ἢ ἀπετμήθη τὴν κεφαλὴν ἢ ἀνεσκολοπίσθη ἢ ἄλλῳ γέ τῳ τρόπῳ τοιούτῳ ἀπῆλθεν ἐκ τοῦ βίου, τὰς δὲ τῶν κατὰ μοῖραν ἀποθανόντων οὐκέτι· ἢν γὰρ τοῦτο λέγῃ, οὐ πάνυ ἀπόβλητα φήσει. μὰ Δίʼ, ἦ δʼ ὃς ὁ Δεινόμαχος, ἀλλʼ οὐδὲ ὅλως εἶναι τὰ τοιαῦτα οὐδὲ συνεστῶτα ὁρᾶσθαι οἴεται.
 
πῶς λέγεις, ἦ δʼ ὃς ὁ Ἀρίγνωτος, δριμὺ ἀπιδὼν εἰς ἐμέ, οὐδέν σοι τούτων γίγνεσθαι δοκεῖ, καὶ ταῦτα πάντων, ὡς εἰπεῖν, ὁρώντων; ἀπολόγησαιἀπολόγησαι Harmon: ἀπολσγῆ γP (followed by a lacuna of 4 letters in P): ἀπολελόγησθε) Ν Vat., ἦν δʼ ἐγώ, ὑπὲρ ἐμοῦ, εἰ μὴ πιστεύω, διότι μηδὲ ὁρῶ μόνος τῶν ἄλλων· εἰ δὲ ἑώρων, καὶ ἐπίστευον ἂν δηλαδὴ ὥσπερ ὑμεῖς. ἀλλά, ἦ δʼ ὅς, ἤν ποτε εἰς Κόρινθον ἔλθῃς, ἐροῦ ἔνθα ἐστὶν ἡ Εὐβατίδου οἰκία, καὶ ἐπειδάν σοι δειχθῇ παρὰ τὸ Κράνειον, παρελθὼν εἰς αὐτὴν λέγε πρὸς τὸν θυρωρὸν Τίβειον ὡς ἐθέλοις ἰδεῖν ὅθεν τὸν δαίμονα ὁ Πυθαγορικὸς Ἀρίγνωτος ἀνορύξας ἀπήλασε καὶ πρὸς τὸ λοιπὸν οἰκεῖσθαι τὴν οἰκίαν ἐποίησεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme