Thesauros Literature satire Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική

Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική

Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική Lucian of Samosata

8–9

Σίμων
ἀλλὰ μέντοι οὐδὲ ἀτεχνία ἐστίν· ἡ γὰρ ἀτεχνία οὐδέποτε οὐδὲν κατορθοῖ τῷ κεκτημένῳ. φέρε γάρ, εἰ ἐπιτρέψειαςἐπιτρέψειας Hirschig: ἐπιτρέψας MSS. σὺ σεαυτῷ ναῦν ἐν θαλάττῃ καὶ χειμῶνι μὴ ἐπιστάμενος κυβερνᾶν, σωθείης ἄν;ἠνιοχεῖν Lacuna Fritzsche: supplemented partly by Fritzsche, partly by Harmon
<Τυχιάδης>
<οὐδαμῶς.>
<Σίμων>
<τί δʼ, εἰ ἵππους ἐπιτραφθείη τις μὴ ἐπιστάμενος ἠνιοχεῖν;> 5
Τυχιάδης
οὐδʼ οὗτος.
Σίμων
τί δή ποτε, ἢ τῷ μὴ ἔχειν τέχνην, διʼ ἧς δυνήσεται σώζειν ἑαυτόν;
Τυχιάδης
καὶ μάλα.
Σίμων
οὐκοῦν καὶ παράσιτος ὑπὸ τῆς παρασιτικῆς, εἴπερ ἦν ἀτεχνία, οὐκ ἂν ἐσώζετο;
Τυχιάδης
ναί. 10
Σίμων
οὐκοῦν τέχνῃ σώζεται, ἀτεχνίᾳ δὲ οὔ;
Τυχιάδης
πάνυ μὲν οὖν.
Σίμων
τέχνη ἄρα ἐστὶν ἡ παρασιτική.
Τυχιάδης
τέχνη, ὡς ἔοικεν.
Σίμων
καὶ μὴν κυβερνήτας μὲν ἀγαθοὺς ναυαγίᾳ περιπεσόνταςναυαγίᾳ περιπεσόντας Fritzsche: not in MSS. καὶ ἡνιόχους τεχνίτας ἐκπεσόντας τῶν δίφρων οἶδα ἐγὼ πολλάκις, καὶ τοὺς μὲν συντριβέντας, τοὺς δὲ καὶ πάμπαν διαφθαρέντας, παρασίτου δὲ ναυάγιον οὐδὲ εἷς ἔχοι τοιοῦτον εἰπεῖν. 15
 
οὐκοῦν εἰ μήτε ἀτεχνία ἐστὶν ἡ παρασιτικὴ μήτε δύναμις, σύστημα δέ τι ἐκ καταλήψεων γεγυμνασμένων, τέχνη δῆλον ὅτι διωμολόγηται ἡμῖν σήμερον.
Τυχιάδης
ὅσον ἐκ τούτου εἰκάζω· ἀλλʼ ἐκεῖνο, ὅπως καὶ ὅρον ἡμῖν τινα γενναῖον ἀποδῷς τῆς παρασιτικῆς.
Σίμων
ὀρθῶς σύ γε λέγων. δοκεῖ γὰρ δή μοι οὕτως ἂν μάλιστα ὡρίσθαι· παρασιτική ἐστιν τέχνη ποτέων καὶ βρωτέων καὶ τῶν διὰ ταῦτα λεκτέων καὶ πρακτέων,καὶ πρακτέων Fritzsche: not in MSS. τέλος δὲ αὐτῆς τὸ ἡδύ.
Τυχιάδης
ὑπέρευγέ μοι δοκεῖς ὁρίσασθαι τὴν σεαυτοῦ τέχνην· ἀλλʼ ἐκεῖνο σκόπει, μὴ πρὸς ἐνίους τῶν φιλοσόφων μάχη σοι περὶ τοῦ τέλους ᾖ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme