53–54
Σίμων
εὕροις δʼ ἂν οὐ μόνον ταῦτα περὶ τούτους, ἀλλὰ καὶ ἄλλα πάθη, οἷον λύπας καὶ ὀργὰς καὶ φθόνους καὶ παντοίας ἐπιθυμίας. ὅ γε μὴν παράσιτος ἔξωθεν τούτων ἐστὶν ἁπάντων· οὔτε γὰρ ὀργίζεται διʼ ἀνεξικακίαν καὶ ὅτι οὐκ ἔστιν αὐτῷ ὅτῳ ὀργισθείη· καὶ εἰ ἀγανακτήσειεν δέ ποτε, ἡ ὀργὴ αὐτοῦ χαλεπὸν μὲν οὐδὲ σκυθρωπὸν οὐδὲν ἀπεργάζεται, μᾶλλον δὲ γέλωτα, καὶ εὐφραίνει τοὺς συνόντας. λυπεῖταί γε μὴν ἥκιστα πάντων, τοῦτο τῆς τέχνης παρασκευαζούσης αὐτῷ καὶ χαριζομένης, μὴ ἔχειν ὑπὲρ ὅτου λυπηθείη· οὔτε γὰρ χρήματά ἐστιν αὐτῷ οὔτε οἶκος οὔτε οἰκέτης οὔτε γυνὴ οὔτε παῖδες, ὧν διαφθειρομένων πᾶσα ἀνάγκη ἐστὶ λυπεῖσθαι τὸν ἔχοντα αὐτά.αὐτά MSS. add: ἐπεὶ ταῦτα ἀπόλλυνται, omitted by Lascaris. ἐπιθυμεῖ δὲ οὔτε δόξης οὔτε χρημάτων, ἀλλʼ οὐδὲ ὡραίου τινός.
Τυχιάδης
ἀλλʼ, ὦ Σίμων, εἰκός γε ἐνδείᾳ τροφῆς λυπηθῆναι αὐτόν.
Σίμων
ἀγνοεῖς, ὦ Τυχιάδη, ὅτι ἐξ ἀρχῆς οὐδὲ παράσιτός ἐστιν οὗτος, ὅστις ἀπορεῖ τροφῆς· οὐδὲ γὰρ ἀνδρεῖος ἀπορίᾳ ἀνδρείας ἐστὶν ἀνδρεῖος, οὐδὲ φρόνιμος ἀπορίᾳ φρενῶν ἐστιν φρόνιμος· ἄλλως γὰρ οὐδὲγὰρ οὐδὲ vulg.: γε οὕτε MSS. παράσιτος ἂν εἴη. πρόκειται δὲ ἡμῖν περὶ παρασίτου ζητεῖν ὄντος, οὐχὶ μὴ ὄντος. εἰ δὲεἰ δὲ vulg.: εἰ δὲ μὴ MSS. ὁ ἀνδρεῖος οὐκ ἄλλως ἢ παρουσίᾳ ἀνδρειότητος καὶ ὁ φρόνιμος παρουσίᾳ φρονήσεως, καὶ ὁ παράσιτος δὲ παρουσίᾳ τοῦ παρασιτεῖν παράσιτος ἔσται· ὡς εἴ γε τοῦτο μὴ ὑπάρχοι αὐτῷ, περὶ ἄλλου τινός, καὶ οὐχὶ παρασίτου, ζητήσομεν.
Τυχιάδης
οὐκοῦν οὐδέποτε ἀπορήσει παράσιτος τροφῆς