Thesauros Literature satire Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική

Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική

Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική Lucian of Samosata

3–4

Τυχιάδης
εἰ καὶ ταύτην ταῖς ἄλλαις τέχναις ἐγκαταλέξομεν, ὥστε ἐπειδὰν πυνθάνηταί τις, ὁποία τις αὕτη τέχνη ἐστί, λέγειν, οἷον γραμματικὴ ἢἢ Fritzsche: not in MSS. ἰατρική, παρασιτική.
Σίμων
ἐγὼ μέν, ὦ Τυχιάδη, πολὺ μᾶλλον ταύτην ἤ τινα ἑτέραν τέχνην φαίην ἄν. εἰ δέ σοι φίλον ἀκούειν, καὶ ὅπως οἴομαι λέγοιμι ἄν, καίπερ οὐ παντάπασιν ὤν, ὡς ἔφθην εἰπών, ἐπὶ τοῦτο παρεσκευασμένος.
Τυχιάδης
οὐθέν, εἰ καὶ σμικρὰ λέγοις,λέγοις Jacobs: δὲ τοῖς (δέ τοι, δέοι) MSS. ἀληθῆ δέ, διοίσει. 5
Σίμων
ἴθι δὴ πρῶτον, εἴ σοι δοκεῖ, περὶ τῆς τέχνης, ἥτις ποτὲ οὖσα τυγχάνει τῷ γένει, σκοπῶμεν· οὑτωσὶ γὰρ ἐπακολουθήσαιμεν ἂν καὶ ταῖς κατʼ εἶδος τέχναις, εἴπερ ἄρα ὀρθῶς μετέχοιενμετέχοιεν Gesner: μετέχοιμεν MSS. αὐτῆς.
Τυχιάδης
τί ποτʼ οὖν ἐστιν ἡ τέχνη; πάντωςπάντως Seiler: πάνυ ὡς MSS. ἐπίστασαι.
Σίμων
πάνυ μὲν οὖν.
Τυχιάδης
μὴ τοίνυν ὄκνει λέγειν αὐτήν, εἴπερ οἶσθα.
Σίμων
τέχνη ἐστίν, ὡς ἐγὼ διαμνημονεύω σοφοῦ τινος ἀκούσας, σύστημα ἐκ καταλήψεων συγγεγυμνασμένων πρός τι τέλος εὔχρηστον τῷ βίῳ.
Τυχιάδης
ὀρθῶς ἐκεῖνός γε εἰπὼν σύ τε ἀπομνημονεύσας.σύ τε ἀπομνημονεύσας Harmon: οὗτος ἀπομνημονεύσας Γ1; οὕτως ἀπεμνημόνευσας Γ2, other MSS. Cf. ὀρθῶς σύ γε λέγων 7.
Σίμων
εἰ δὲ μετέχοι τούτων ἁπάντων ἡ παρασιτική, τί ἂν ἄλλο ἢ καὶ αὐτὴ τέχνη εἴη;
Τυχιάδης
τέχνη γάρ, εἴπερ οὕτως ἔχοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme